Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοιαῦτα μὲν κακὰ Λούκουλλος εὑρὼν ἐν ταῖς πόλεσιν ὀλίγῳ χρόνῳ πάντων ἀπήλλαξε τοὺς ἀδικουμένους. πρῶτον μὲν γὰρ ἑκατοστὴν ἐκέλευσε καὶ μὴ πλέον εἰς τοὺς τόκους λογίζεσθαι· δεύτερον δὲ τοὺς μακροτέρους τοῦ ἀρχαίου τόκους ἀπέκοψε· τὸ δὲ τρίτον καὶ μέγιστον, ἔταξε τῶν τοῦ χρεωφειλέτου προσόδων τὴν τετάρτην μερίδα καρποῦσθαι τὸν δανειστήν ὁ δὲ τόκον κεφαλαίῳ συνάψας ἐστέρητο τοῦ παντός·

ὥστʼ ἐν ἐλάττονι χρόνῳ τετραετίας διαλυθῆναι τὰ χρέα πάντα καὶ τὰς κτήσεις ἐλευθέρας ἀποδοθῆναι τοῖς δεσπόταις. ἦν δὲ τοῦτο κοινὸν δάνειον ἐκ τῶν δισμυρίων ταλάντων, οἷς τὴν Ἀσίαν ἐξημίωσεν ὁ Σύλλας καὶ διπλοῦν ἀπεδόθη τοῖς δανείσασιν, ὑπʼ ἐκείνων

p.534
ἀνηγμένον ἤδη τοῖς τόκοις εἰς δώδεκα μυριάδας ταλάντων.

ἐκεῖνοι μὲν οὖν ὡς δεινὰ πεπονθότες ἐν Ῥώμῃ τοῦ Λουκούλλου κατεβόων, καὶ χρήμασιν ἀνίστασαν ἐπʼ αὐτὸν ἐνίους τῶν δημαγωγῶν, μέγα δυνάμενοι καὶ πολλοὺς ὑπόχρεως πεποιημένοι τῶν πολιτευομένων, ὁ δὲ Λούκουλλος οὐ μόνον ὑπὸ τῶν εὖ πεπονθότων ἠγαπᾶτο δήμων, ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπαρχίαις ποθεινὸς ἦν, εὐδαιμονιζούσαις τοὺς ἡγεμόνος τοιούτου τυχόντας.

Ἄππιος δὲ Κλώδιος, ὁ πεμφθεὶς πρὸς Τιγράνην ἦν δὲ ὁ Κλώδιος ἀδελφὸς τῆς τότε

paris.1624.505
Λουκούλλῳ συνοικούσης πρῶτον μὲν ὑπὸ τῶν βασιλικῶν ὁδηγῶν κύκλον τινὰ καὶ περιβολὴν ἔχουσαν οὐκ ἀναγκαίαν καὶ πολυήμερον ὁδὸν διὰ τῆς ἄνω χώρας ἀγόμενος, μηνύσαντος αὐτῷ τὴν εὐθεῖαν ὁδὸν ἀπελευθέρου Σύρου τὸ γένος, ἐκτρέπεται τῆς μακρᾶς ἐκείνης καὶ σοφιστικῆς, ἐρρῶσθαι φράσας πολλὰ τοῖς βαρβάροις ἀγωγοῖς, καὶ διʼ ἡμερῶν ὀλίγων τὸν Εὐφράτην περάσας εἷς Ἀντιόχειαν ἧκε τὴν ἐπὶ Δάφνης.

ἔπειτα Τιγράνην αὐτοῦ κελευσθεὶς περιμένειν ἀπῆν γὰρ ἐνίας ἔτι τῶν ἐν Φοινίκῃ πόλεων καταστρεφόμενος, πολλοὺς μὲν ᾠκειώσατο τῶν ὑπούλως ἀκροωμένων τοῦ Ἀρμενίου δυναστῶν, ὧν εἷς ἦν καὶ Ζαρβιηνὸς ὁ τῆς Γορδυηνῆς βασιλεύς, πολλαῖς δὲ κρύφα τῶν δεδουλωμένων πόλεων διαπεμπομέναις πρὸς αὑτὸν ὑπέσχετο τὴν Λουκούλλου βοήθειαν, ἐν τῷ παρόντι κελεύσας ἡσυχάζειν.