Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Σαλουστίου δὲ θαυμάζω τότε πρῶτον ὦφθαι Ῥωμαίοις καμήλους λέγοντος, εἰ μήτε πρότερον τοὺς μετὰ Σκηπίωνος νικήσαντας Ἀντίοχον ᾤετο μήτε τοὺς ἔναγχος πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν Ἀρχελάῳ μεμαχημένους ἐγνωκέναι κάμηλον.

ἀλλὰ τῷ γε Μιθριδάτῃ φεύγειν μὲν ἔγνωστο τὴν ταχίστην, ἀνθολκὰς δὲ Λουκούλλῳ καὶ διατριβὰς ὀπίσω μηχανώμενος ἔστελλε τὸν ναύαρχον Ἀριστόνικον ἐπὶ τὴν Ἑλληνικὴν θάλασσαν· καὶ ὅσον οὔπω μέλλοντος ἐκπλεῖν ἐκ προδοσίας ὁ Λούκουλλος ἐκυρίευσε μετὰ χρυσῶν μυρίων, οὓς ἐκόμιζε διαφθερῶν τι τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ἐκ τούτου Μιθριδάτης μὲν ἔφυγεν ἐπὶ θάλασσαν, οἱ δὲ στρατηγοὶ πεζοὶ τὸν στρατὸν ἀπήγαγον.

ἐπιπεσὼν δὲ Λούκουλλος αὐτοῖς περὶ τὸν Γρανικὸν ποταμόν εἷλέ τε παμπόλλους καὶ δισμυρίους ἀπέκτεινε. λέγονται δʼ ἐκ τοῦ παντὸς ἀκολούθων τε καὶ μαχίμων ὄχλου μυριάδες οὐ πολὺ δὴ τῶν τριάκοντα λείπουσαι

paris.1624.499
διαφθαρῆναι.

Λούκουλλος δὲ πρῶτον εἰς Κύζικον παρελθών ἀπέλαυσεν ἡδονῆς καὶ φιλοφροσύνης

p.506
πρεπούσης· ἔπειτα ναυτικὸν ἐξηρτύετο τὸν Ἑλλήσποντον ἐπιπορευόμενος. εἰς δὲ Τρῳάδα καταχθείς ἐσκήνωσε μὲν ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, κατακοιμηθεὶς δὲ νύκτωρ ἐδόκει τὴν θεὰν ὁρᾶν ἐφεστῶσαν αὐτῷ καὶ λέγουσαν·
τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δε τοι ἐγγύς.

ἐξαναστὰς δὲ καὶ τοὺς φίλους καλέσας διηγεῖτο τὴν ὄψιν ἔτι νυκτὸς οὔσης. καὶ παρῆσαν ἐξ Ἰλίου τινὲς ἀπαγγέλλοντες ὦφθαι περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα πεντήρεις τῶν βασιλικῶν ἐπὶ Λῆμνον πλεούσας, εὐθὺς οὖν ἀναχθείς τούτους μὲν εἷλε καὶ τὸν στρατηγὸν αὐτῶν Ἰσίδωρον ἀπέκτεινεν, ἐπὶ δὲ τοὺς ἄλλους ἔπλει πρωρέας.

οἱ δὲ ἔτυχον ὁρμοῦντες, καὶ τὰ πλοῖα πάντα πρὸς τὴν γῆν συνέλκοντες ἀπὸ τῶν καταστρωμάτων διεμάχοντο καὶ πληγὰς ἐδίδοσαν τοῖς περὶ τὸν Λούκουλλον, οὔτε περιπλεῦσαι τοῦ χωρίου διδόντος οὔτε βιάσασθαι ναυσὶ μετεώροις τὰς τῶν πολεμίων προσερηρεισμένας τῇ γῇ καὶ βεβηκυίας ἀσφαλῶς.