Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

φθάσαντος δὲ τοῦ Σύλλα διαφυγεῖν εἰς τὸ στρατόπεδον, καὶ τῶν στρατιωτῶν, ὡς ἐπύθοντο ταῦτα, καταλευσάντων τοὺς χιλιάρχους, οἱ περὶ τὸν Μάριον αὖθις ἐν τῇ πόλει τοὺς Σύλλα φίλους ἀνῄρουν καὶ χρήματα διήρπαζον αὐτῶν, ἦσαν δὲ μεταστάσεις καὶ φυγαί, τῶν μὲν εἰς πόλιν ἀπὸ στρατοπέδου, τῶν δʼ ἐκεῖσε διαφοιτώντων ἐκ τῆς πόλεως.

ἡ δὲ σύγκλητος ἦν μὲν οὐχ αὑτῆς, ἀλλὰ τοῖς Μαρίου καὶ Σουλπικίου διῳκεῖτο προστάγμασι, πυθομένη δὲ τὸν Σύλλαν ἐπὶ τὴν πόλιν

paris.1624.457
ἐλαύνειν ἔπεμψε δύο τῶν στρατηγῶν, Βροῦτον καὶ Σερουΐλιον, ἀπαγορεύσοντας αὐτῷ βαδίζειν. τούτους θρασύτερον Σύλλᾳ διαλεχθέντας ὥρμησαν μὲν ἀνελεῖν οἱ στρατιῶται, τὰς δὲ ῥάβδους
p.352
κατέκλασαν καὶ τὰς περιπορφύρους ἀφείλοντο καὶ πολλὰ περιυβρισμένους ἀπέπεμψαν, αὐτόθεν τε δεινὴν κατήφειαν, ὁρωμένους τῶν στρατηγικῶν παρασήμων ἐρήμους, καὶ τὴν στάσιν οὐκέτι καθεκτήν, ἀλλʼ ἀνήκεστον ἀπαγγέλλοντας.

οἱ μὲν οὖν περὶ τὸν Μάριον ἐν παρασκευαῖς ἦσαν· ὁ δὲ Σύλλας ἄγων ἓξ τάγματα τέλεια μετὰ τοῦ συνάρχοντος ἀπὸ Νώλης ἐκίνει, τὸν μὲν στρατὸν ὁρῶν πρόθυμον ὄντα χωρεῖν εὐθὺς ἐπὶ τὴν πόλιν, ἐνδοιάζων δὲ τῇ γνώμῃ παρʼ ἑαυτῷ καὶ δεδοικὼς τὸν κίνδυνον. ὁ δὲ μάντις Ποστούμιος θύσαντος αὐτοῦ καταμαθὼν τὰ σημεῖα, καὶ τὰς χεῖρας ἀμφοτέρας τῷ Σύλλᾳ προτείνας, ἠξίου δεθῆναι καὶ φυλάττεσθαι μέχρι τῆς μάχης, ὡς, εἰ μὴ πάντα ταχὺ καὶ καλῶς αὐτῷ συντελεσθείη, τὴν ἐσχάτην δίκην ὑποσχεῖν βουλόμενος.

λέγεται δὲ καὶ κατὰ τοὺς ὕπνους αὑτῷ Σύλλᾳ φανῆναι θεὸν ἣν τιμῶσι Ῥωμαῖοι παρὰ Καππαδοκῶν μαθόντες, εἴτε δὴ Σελήνην οὖσαν εἴτε Ἀθηνᾶν εἴτε Ἐνυώ. ταύτην ὁ Σύλλας ἔδοξεν ἐπιστᾶσαν ἐγχειρίσαι κεραυνὸν αὑτῷ, καὶ τῶν ἐχθρῶν ἕκαστον ὀνομάζουσαν τῶν ἐκείνου βάλλειν κελεῦσαι, τοὺς δὲ πίπτειν βαλλομένους καὶ ἀφανίζεσθαι. θαρσήσας δὲ τῇ ὄψει καὶ φράσας τῷ συνάρχοντι μεθʼ ἡμέραν ἐπὶ τὴν Ῥώμην ἡγεῖτο.