Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

εἰπεῖν δὴ καὶ τοὺς μάντεις ὡς ἀνὴρ ἀγαθὸς ὄψει διάφορος καὶ περιττὸς ἄρξας ἀπαλλάξει τῇ πόλει ταραχὰς τὰς παρούσας, τοῦτον δὲ αὑτὸν εἶναι φησιν ὁ Σύλλας· τῆς μὲν γὰρ ὄψεως ἴδιον εἶναι τὸ περὶ τὴν κόμην χρυσωπόν, ἀρετὴν δὲ οὐκ αἰσχύνεσθαι μαρτυρῶν ἑαυτῷ μετὰ πράξεις καλὰς οὕτω καὶ μεγάλας. ταῦτα μὲν οὖν περὶ τῆς θειότητος. τὸν δὲ ἄλλον τρόπον ἀνώμαλός τις ἔοικε γεγονέναι καὶ διάφορος πρὸς ἑαυτόν, ἀφελέσθαι πολλά, χαρίσασθαι πλείονα, τιμῆσαι παραλόγως,

paris.1624.455
παραλόγως ἐφυβρίσαι, θεραπεύειν ὧν δέοιτο,
p.342
θρύπτεσθαι πρὸς τοὺς δεομένους, ὥστε ἀγνοεῖσθαι πότερον ὑπερόπτης φύσει μᾶλλον ἢ κόλαξ γέγονε.

τὴν μὲν γὰρ ἐν ταῖς τιμωρίαις ἀνωμαλίαν, ἐξ ὧν ἔτυχεν αἰτιῶν ἀποτυμπανίζοντος αὐτοῦ καὶ πάλιν τὰ μέγιστα τῶν ἀδικημάτων πρᾴως φέροντος, καὶ διαλλαττομένου μὲν ἐπὶ τοῖς ἀνηκέστοις μετὰ εὐκολίας, τὰ δὲ μικρὰ καὶ φαῦλα προσκρούσματα σφαγαῖς καὶ δημεύσεσιν οὐσιῶν μετιόντος, οὕτως ἄν τις διαιτήσειεν ὡς φύσει μὲν ὀργὴν χαλεπὸν ὄντα καὶ τιμωρητικόν, ὑφιέμενον δὲ τῆς πικρίας λογισμῷ πρὸς τὸ συμφέρον.

ἐν αὐτῷ γε τούτῳ τῷ συμμαχικῷ πολέμῳ τῶν στρατιωτῶν αὐτοῦ στρατηγικὸν ἄνδρα πρεσβευτήν, Ἀλβῖνον ὄνομα, ξύλοις καὶ λίθοις διαχρησαμένων, παρῆλθε καὶ οὐκ ἐπεξῆλθεν ἀδίκημα τοσοῦτον, ἀλλὰ καὶ σεμνυνόμενος διεδίδου λόγον ὡς προθυμοτέροις διὰ τοῦτο χρήσοιτο πρὸς τόν πόλεμον αὐτοῖς ἰωμένοις τὸ ἁμάρτημα διʼ ἀνδραγαθίας. τῶν δʼ ἐγκαλούντων οὐδὲν ἐφρόντιζεν, ἀλλὰ ἤδη καταλῦσαι Μάριον διανοούμενος καὶ τοῦ πρὸς τοὺς συμμάχους πολέμου τέλος ἔχειν δοκοῦντος ἀποδειχθῆναι στρατηγὸς ἐπὶ Μιθριδάτην, ἐθεράπευε τὴν ὑφʼ ἑαυτῷ στρατιάν.

καὶ παρελθὼν εἰς τὴν πόλιν ὕπατος μὲν ἀποδείκνυται μετὰ Κοΐντου Πομπηΐου, πεντήκοντα ἔτη γεγονώς, γαμεῖ δὲ γάμον ἐνδοξότατον Καικιλίαν τὴν Μετέλλου θυγατέρα τοῦ ἀρχιερέως. ἐφʼ ᾧ πολλὰ μὲν εἰς αὑτὸν ᾖδον οἱ δημοτικοί, πολλοὶ δὲ τῶν πρώτων ἐν ἐνεμέσων, οὐκ ἄξιον ἡγούμενοι τῆς γυναικὸς ὃν ἄξιον ὑπατείας ἔκριναν,

p.344

ὥς φησιν ὁ Τίτος, οὐ μόνην δὲ ταύτην ἔγημεν, ἀλλὰ πρώτην μὲν ἔτι μειράκιον ὢν Ἰλίαν ἔσχε τὴν καὶ θυγάτριον αὐτῷ τεκοῦσαν, εἶτα μετʼ ἐκείνην Αἰλίαν τρίτην δὲ Κλοιλίαν, ἣν ἀπεπέμψατο μὲν ὡς στεῖραν ἐντίμως καὶ μετʼ εὐφημίας καὶ δῶρα προσθείς, ὀλίγαις δὲ ὕστερον ἡμέραις ἀγαγόμενος τὴν Μετέλλαν ἔδοξε διὰ τοῦτο τὴν Κλοιλίαν οὐ καλῶς αἰτιάσασθαι.

τὴν μέντοι Μετέλλαν ἐν πᾶσι θεραπεύων διετέλεσεν, ὥστε καὶ τόν Ῥωμαίων δῆμον, ὅτε τοὺς περὶ Μάριον φυγάδας ἐπεθύμει καταγαγεῖν, ἀρνουμένου τοῦ Σύλλᾳ, δεόμενον ἐπιβοήσασθαι τὴν Μετέλλαν. ἐδόκει δὲ καὶ τοῖς Ἀθηναίοις ἑλὼν τὸ ἄστυ προσενεχθῆναι τραχύτερον, ὅτι τὴν Μετέλλαν ἀπὸ τοῦ τείχους γεφυρίζοντες ἐλοιδόρησαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.