Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁ δὲ Σύλλας οἰόμενος αὑτῷ τὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἐπὶ τὰς πολιτικὰς πράξεις διαρκεῖν, καὶ δοὺς ἑαυτὸν ἀπὸ τῆς στρατείας εὐθὺς ἐπὶ τὴν τοῦ δήμου πρᾶξιν, ἐπὶ στρατηγίαν πολιτικὴν ἀπεγράψατο καὶ διεψεύσθη· τὴν δʼ αἰτίαν τοῖς ὄχλοις ἀνατίθησι. φησὶ γὰρ αὐτοὺς τὴν πρὸς Βόκχον εἰδότας φιλίαν, καὶ προσδεχομένους, εἰ πρὸ τῆς στρατηγίας ἀγορανομοίη, κυνηγέσια

p.334
λαμπρὰ καὶ Λιβυκῶν θηρίων ἀγῶνας, ἑτέρους ἀποδεῖξαι στρατηγοὺς ὡς αὐτὸν ἀγορανομεῖν ἀναγκάσοντας.

ἔοικε δὲ τὴν ἀληθῆ τῆς ἀποτεύξεως αἰτίαν οὐχ ὁμολογῶν ὁ Σύλλας ἐλέγχεσθαι τοῖς πράγμασιν. ἐνιαυτῷ γὰρ κατόπιν ἔτυχε τῆς στρατηγίας, τοῦ δήμου τὸ μέν τι θεραπείᾳ, τὸ δὲ καὶ χρήμασι προσαγαγόμενος. διὸ δὴ καὶ στρατηγοῦντος αὐτοῦ, καὶ πρὸς Καίσαρα μετʼ ὀργῆς εἰπόντος ὡς χρήσεται τῇ ἰδίᾳ πρὸς αὐτὸν ἐξουσίᾳ, γελάσας ὁ Καῖσαρ, ὀρθῶς, ἔφη, τὴν ἀρχὴν ἰδίαν νομίζεις· ἔχεις γὰρ αὐτὴν πριάμενος.

μετὰ δὲ τὴν στρατηγίαν εἰς τὴν Καππαδοκίαν ἀποστέλλεται, τὸν μέν ἐμφανῆ λόγον ἔχων πρὸς τὴν στρατείαν Ἀριοβαρζάνην καταγαγεῖν, αἰτίαν δὲ ἀληθῆ Μιθριδάτην ἐπισχεῖν πολυπραγμονοῦντα καὶ περιβαλλόμενον ἀρχὴν καὶ δύναμιν οὐκ ἐλάττονα τῆς ὑπαρχούσης. ἰδίαν μέν οὖν δύναμιν οὐ πολλὴν ἐπήγετο, χρησάμενος δὲ τοῖς συμμάχοις προθύμοις, καὶ πολλοὺς μέν αὐτῶν Καππαδοκῶν, πλείονας δʼ αὖθις Ἀρμενίων προσβοηθοῦντας ἀποκτείνας, Γόρδιον μέν ἐξήλασεν, Ἀριοβαρζάνην δὲ ἀπέδειξε βασιλέα.

διατρίβοντι δὲ αὐτῷ παρὰ τὸν Εὐφράτην ἐντυγχάνει Πάρθος Ὀρόβαζος, Ἀρσάκου βασιλέως πρεσβευτής, οὔπω πρότερον ἀλλήλοις ἐπιμεμιγμένων τῶν γενῶν· ἀλλὰ καὶ τοῦτο τῆς μεγάλης δοκεῖ Σύλλα τύχης γενέσθαι, τὸ πρώτῳ Ῥωμαίων ἐκείνῳ Πάρθους συμμαχίας καὶ φιλίας δεομένους διὰ λόγων ἐλθεῖν. ὅτε καὶ λέγεται

p.336
τρεῖς δίφρους προθέμενος, τὸν μέν Ἀριοβαρζάνῃ, τὸν δὲ Ὀροβάζῳ, τὸν δὲ αὐτῷ, μέσος ἀμφοῖν καθεζόμενος χρηματίζειν.

ἐφʼ ᾧ τὸν μέν Ὀρόβαζον ὕστερον ὁ τῶν Πάρθων βασιλεὺς ἀπέκτεινε, τὸν δὲ Σύλλαν οἱ μέν ἐπῄνεσαν ἐντρυφήσαντα τοῖς βαρβάροις, οἱ δὲ ὡς φορτικὸν ᾐτιάσαντο καὶ ἀκαίρως φιλότιμον. ἱστορεῖται δέ τις ἀνὴρ τῶν μετὰ Ὀροβάζου καταβεβηκότων, Χαλδαῖος, εἰς τὸ τοῦ Σύλλα πρόσωπον ἀπιδὼν καὶ ταῖς κινήσεσι τῆς τε διανοίας καὶ τοῦ σώματος οὐ παρέργως ἐπιστήσας,

ἀλλὰ πρὸς τὰς τῆς τέχνης ὑποθέσεις τὴν φύσιν ἐπισκεψάμενος, εἰπεῖν ὡς ἀναγκαῖον εἴη τοῦτον τὸν ἄνδρα μέγιστον γενέσθαι, θαυμάζειν δὲ καὶ νῦν πῶς ἀνέχεται μὴ πρῶτος ὢν ἁπάντων, ἀναχωρήσαντι δὲ αὐτῷ

paris.1624.454
δίκην ἔλαχε δώρων Κηνσωρῖνος, ὡς πολλὰ χρήματα συνειλοχότι παρὰ τὸν νόμον ἐκ φίλης καὶ συμμάχου βασιλείας, οὐ μὴν ἀπήντησεν ἐπὶ τὴν κρίσιν, ἀλλʼ ἀπέστη τῆς κατηγορίας.