Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὥρμησαν μὲν οὖν πολλοὶ καὶ συνέστησαν πρὸς Λέπιδον ὡς εἵρξοντες τὸ σῶμα κηδείας τῆς νενομισμένης· Πομπήϊος δέ, καίπερ ἐγκαλῶν τῷ Σύλλᾳ μόνον γὰρ αὐτὸν ἐν ταῖς διαθήκαις τῶν φίλων παρέλιπε, τοὺς μὲν χάριτι καὶ δεήσει, τοὺς δὲ ἀπειλῇ διακρουσάμενος εἰς Ῥώμην παρέπεμψε τὸ σῶμα, καὶ ταῖς ταφαῖς ἀσφάλειαν ἅμα καὶ τιμὴν παρέσχε.

λέγεται δὲ τοσοῦτο πλῆθος ἀρωμάτων ἐπενεγκεῖν τὰς γυναῖκας αὐτῷ ὥστε ἄνευ τῶν ἐν φορήμασι δέκα καὶ διακοσίοις διακομιζομένων πλασθῆναι μὲν εἴδωλον εὐμέγεθες αὐτοῦ Σύλλα, πλασθῆναι δὲ καὶ ῥαβδοῦχον ἔκ τε λιβανωτοῦ πολυτελοῦς καὶ κινναμώμου. τῆς δὲ ἡμέρας συννεφοῦς ἕωθεν οὔσης, ὕδωρ ἐξ οὐρανοῦ προσδοκῶντες ἐνάτης ἦραν μόλις ὥρας τὸν νεκρόν.

ἀνέμου δὲ λαμπροῦ

p.444
καταιγίσαντος εἰς τὴν πυρὰν καὶ φλόγα πολλὴν ἐγείραντος ἔφθη τὸ σῶμα συγκομισθὲν ὅσον ἤδη τ?ῆς πυρᾶς μαραινομένης καὶ τοῦ πυρὸς ἀπιόντος ἐκχυθῆναι πολὺν ὄμβρον καὶ κατασχεῖν ἄχρι νυκτός, ὥστε τὴν τύχην αὐτοῦ δοκεῖν τὸ σῶμα συνθάπτειν παραμένουσαν.

τὸ μὲν οὖν μνημεῖον ἐν τῷ πεδίῳ τοῦ Ἄρεώς ἐστι τὸ δὲ ἐπίγραμμά φασιν αὐτὸν ὑπογραψάμενον καταλιπεῖν, οὗ κεφάλαιόν ἐστιν ὡς οὔτε τῶν φίλων τις αὐτὸν εὖ ποιῶν οὔτε τῶν ἐχθρῶν κακῶς ὑπερεβάλετο.