Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

Ἀποθύων δὲ τῆς οὐσίας ἁπάσης ὁ Σύλλας τῷ Ἡρακλεῖ δεκάτην ἑστιάσεις ἐποιεῖτο τῷ δήμῳ πολυτελεῖς· καὶ τοσοῦτον περιττὴ ἦν ἡ παρασκευὴ τῆς χρείας ὥστε παμπληθῆ καθʼ ἑκάστην ἡμέραν εἰς τὸν ποταμὸν ὄψα ῥιπτεῖσθαι, πίνεσθαι δὲ οἶνον ἐτῶν τεσσαράκοντα καὶ παλαιότερον.

διὰ μέσου δὲ τῆς θοίνης πολυημέρου γενομένης ἀπέθνησκεν ἡ Μετέλλα νόσῳ· καὶ τῶν ἱερέων τὸν Σύλλαν οὐκ ἐώντων αὐτῇ προσελθεῖν οὐδὲ τήν οἰκίαν τῷ κήδει μιανθῆναι, γραψάμενος διάλυσιν τοῦ γάμου πρὸς αὐτὴν ὁ Σύλλας ἔτι ζῶσαν ἐκέλευσεν εἰς ἑτέραν οἰκίαν μετακομισθῆναι. καὶ τοῦτο μὲν ἀκριβῶς τὸ νόμιμον ὑπὸ δεισιδαιμονίας ἐτήρησε· τὸν δὲ τῆς ταφῆς ὁρίζοντα τήν δαπάνην νόμον αὐτὸς εἰσενηνοχὼς παρέβη, μηδενὸς ἀναλώματος φεισάμενος.

παρέβαινε δὲ καὶ τὰ περὶ τῆς εὐτελείας τῶν δείπνων ὑπʼ αὐτοῦ τεταγμένα, πότοις καὶ συνδείπνοις τρυφὰς καὶ βωμολοχίας ἔχουσι παρηγορῶν τὸ πένθος. ὀλίγων δὲ μηνῶν διαγενομένων ἦν μὲν θέα μονομάχων, οὔπω δὲ τῶν τόπων διακεκριμένων, ἀλλʼ ἔτι τοῦ θεάτρου συμμιγοῦς ἀνδράσι καὶ γυναιξὶν ὄντος, ἔτυχε πλησίον τοῦ Σύλλα καθεζομένη γυνὴ τήν ὄψιν εὐπρεπὴς καὶ γένους λαμπροῦ·

Μεσσάλα γὰρ ἦν θυγάτηρ, Ὁρτησίου δὲ τοῦ ῥήτορος ἀδελφή, Οὐαλλερία δὲ τοὔνομα· συνεβεβήκει δὲ αὕτη νεωστὶ πρὸς ἄνδρα διάστασις. αὕτη παρὰ τὸν Σύλλαν ἐξόπισθεν παραπορευομένη τήν τε χεῖρα πρὸς αὐτὸν ἀπηρείσατο καὶ

p.438
κροκύδα τοῦ ἱματίου σπάσασα παρῆλθεν ἐπὶ τήν ἑαυτῆς χώραν, ἐμβλέψαντος δὲ τοῦ Σύλλα καὶ θαυμάσαντος, οὐδέν, ἔφη, δεινόν, αὐτόκρατορ, ἀλλὰ βούλομαι τῆς σῆς κἀγὼ μικρὸν εὐτυχίας μεταλαβεῖν.

τοῦτο ἤκουσεν οὐκ ἀηδῶς ὁ Σύλλας, ἀλλὰ καὶ δῆλος εὐθὺς ?ἦν ὑποκεκνισμένος· ἠρώτα γὰρ ὑποπέμπων αὐτῆς ὄνομα, καὶ γένος καὶ βίον ἐμάνθανεν. ἐκ δὲ τούτων ῥίψεις ὀμμάτων ἐπʼ ἀλλήλους ἐγίνοντο καὶ παρεπιστροφαὶ συνεχεῖς προσώπων καὶ μειδιαμάτων διαδόσεις, τέλος δὲ ὁμολογίαι καὶ συνθέσεις περὶ γάμων, ἐκείνῃ μὲν ἴσως ἄμεμπτοι, Σύλλας δέ, εἰ καὶ τὰ μάλιστα σώφρονα καὶ γενναίαν, ἀλλʼ οὐκ ἐκ σώφρονος καὶ καλῆς ἔγημεν ἀρχῆς, ὄψει καὶ λαμυρίᾳ μειρακίου δίκην παραβληθείς, ὑφʼ ὧν τὰ αἴσχιστα καὶ ἀναιδέστατα πάθη κινεῖσθαι πέφυκεν.