Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἔνιοι δὲ οὐ τὸν Μέτελλον, ἀλλὰ Φουφίδιόν τινα τῶν πρὸς χάριν ὁμιλούντων τῷ Σύλλᾳ τὸ τελευταῖον εἰπεῖν λέγουσιν. ὁ δʼ οὖν Σύλλας εὐθὺς ὀγδοήκοντα προέγραψεν, οὐδενὶ τῶν ἐν τέλει κοινωσάμενος. ἀγανακτούντων δὲ πάντων, μίαν ἡμέραν διαλιπὼν ἄλλους προέγραψεν εἴκοσι καὶ διακοσίους, εἶτα τρίτῃ πάλιν οὐκ ἐλάττους.

ἐπὶ δὲ τούτοις δημηγορῶν εἶπεν ὅσους μεμνημένος τυγχάνοι προγράφειν, τοὺς δὲ νῦν διαλανθάνοντας αὖθις προγράψειν. προέγραψε δὲ τῷ μὲν ὑποδεξαμένῳ καὶ διασώσαντι τὸν προγεγραμμένον, ζημίαν τῆς φιλανθρωπίας ὁρίζων θάνατον, οὐκ ἀδελφόν, οὐχ υἱόν, οὐ γονεῖς ὑπεξελόμενος, τῷ δὲ ἀποκτείναντι γέρας

p.428
δύο τάλαντα τῆς ἀνδροφονίας, κἂν δοῦλος δεσπότην κἂν πατέρα υἱὸς ἀνέλῃ. ὃ δὲ πάντων ἀδικώτατον ἔδοξε, τῶν γὰρ προγεγραμμένων ἠτίμωσε καὶ υἱοὺς καὶ υἱωνούς, καὶ τὰ χρήματα πάντων ἐδήμευσε.