Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

Σύλλας δὲ διὰ Θετταλίας καὶ Μακεδονίας καταβὰς ἐπὶ θάλατταν παρεσκευάζετο χιλίαις ναυσὶ καὶ διακοσίαις ἀπὸ Δυρραχίου διαβάλλειν εἰς Βρεντέσιον. ἡ δὲ Ἀπολλωνία πλησίον ἐστί, καὶ πρὸς αὕτη τὸ Νύμφαιον, ἱερὸς τόπος ἐκ χλοερᾶς νάπης καὶ λειμώνων ἀναδιδοὺς πυρὸς πηγὰς σποράδας ἐνδελεχῶς ῥέοντος.

ἐνταῦθά φασι κοιμώμενον ἁλῶναι σάτυρον, οἷον οἱ πλάσται καὶ γραφεῖς εἰκάζουσιν, ἀχθέντα δὲ ὡς Σύλλαν ἐρωτᾶσθαι διʼ ἑρμηνέων πολλῶν ὅστις εἴη· φθεγξαμένου δὲ μόλις οὐδὲν συνετῶς, ἀλλὰ

p.410
τραχεῖάν τινα καὶ μάλιστα μεμιγμένην ἵππου τε χρεμετισμῷ καὶ τράγου μηκασμῷ φωνὴν ἀφέντος, ἐκπλαγέντα τὸν Σύλλαν ἀποδιοπομπήσασθαι.

μέλλοντος δὲ τοὺς στρατιώτας διαπεραιοῦν, καὶ δεδιότος μὴ τῆς Ἰταλίας ἐπιλαβόμενοι κατὰ πόλεις ἕκαστοι διαρρυῶσι, πρῶτον μὲν ὤμοσαν ἀφʼ αὑτῶν παραμενεῖν καὶ μηδὲν ἑκουσίως κακουργήσειν τὴν Ἰταλίαν, ἔπειτα χρημάτων δεόμενον πολλῶν ὁρῶντες, ἀπήρχοντο καὶ συνεισέφερον ὡς ἕκαστος εἶχεν εὐπορίας. οὐ μὴν ἐδέξατο τὴν ἀπαρχὴν ὁ Σύλλας, ἀλλʼ ἐπαινέσας καὶ παρορμήσας διέβαινεν, ὥς φησιν αὐτός, ἐπὶ πεντεκαίδεκα στρατηγοὺς πολεμίους πεντήκοντα καὶ τετρακοσίας σπείρας ἔχοντας, ἐκδηλότατα τοῦ θεοῦ τὰς εὐτυχίας προσημαίνοντος αὐτῷ.

θύσαντος μὲν γὰρ εὐθέως ᾗ διέβη περὶ Τάραντα, δάφνης στεφάνου τύπον ἔχων ὁ λοβὸς ὤφθη, καὶ λημνίσκων δύο κατηρτημένων, μικρὸν δὲ πρὸ

paris.1624.469
τῆς διαβάσεως ἐν Καμπανίᾳ περὶ τὸ Τίφατον ὄρος ἡμέρας ὤφθησαν δύο τράγοι μεγάλοι συμφερόμενοι καὶ πάντα δρῶντες καὶ πάσχοντες ἃ συμβαίνει μαχομένοις ἀνθρώποις. ἦν δὲ ἄρα φάσμα, καὶ κατὰ μικρὸν αἰρόμενον ἀπὸ γῆς διεσπείρετο πολλαχοῦ τοῦ ἀέρος εἰδώλοις ἀμαυροῖς ὅμοιον, εἶτα οὕτως ἠφανίσθη.