Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁρμήσας δὲ ἐκεῖθεν ἐπὶ Φιμβρίαν πρὸς Θυατείροις στρατοπεδεύοντα καὶ πλησίον καταζεύξας, τάφρον τῷ στρατοπέδῳ περιέβαλεν. οἱ δὲ τοῦ Φιμβρίου στρατιῶται μονοχίτωνες ἐκ τοῦ στρατοπέδου προϊόντες ἠσπάζοντο τοὺς ἐκείνου καὶ συνελάμβανον αὐτοῖς τῶν ἔργων προθύμως. ὁρῶν δὲ ὁ Φιμβρίας τὴν μεταβολὴν καὶ τὸν Σύλλαν ὡς ἀδιάλλακτον δεδοικὼς αὐτὸς ἑαυτὸν ἐν τῷ στρατοπέδῳ διέφθειρε.

p.406

Σύλλας δὲ κοινῇ μὲν ἐζημίωσε τὴν Ἀσίαν δισμυρίοις ταλάντοις, ἰδίᾳ δὲ τοὺς οἴκους ἐξέτριψεν

paris.1624.468
ὕβρει καὶ πολιορκίᾳ[*](πολιορκίᾳ MSS., Coraës, Sintenis1, Bekker: πλεονεξίᾳ after Solanus.) τῶν ἐπισταθμευόντων. ἐτέτακτο γὰρ ἑκάστης ἡμέρας τῷ καταλύτῃ τὸν ξένον διδόναι τέσσαρα τετράδραχμα καὶ παρέχειν δεῖπνον αὐτῷ καὶ φίλοις, ὅσους ἂν ἐθέλῃ καλεῖν, ταξίαρχον δὲ πεντήκοντα δραχμὰς λαμβάνειν τῆς ἡμέρας, ἐσθῆτα δὲ ἄλλην μὲν οἰκουρῶν, ἄλλην δὲ εἰς ἀγορὰν προερχόμενος.

ἀναχθεὶς δὲ πάσαις ταῖς ναυσὶν ἐξ Ἐφέσου τριταῖος ἐν Πειραιεῖ καθωρμίσθη καὶ μυηθεὶς ἐξεῖλεν ἑαυτῷ τὴν Ἀπελλικῶνος τοῦ Τηΐου βιβλιοθήκην, ἐν ᾗ τὰ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε σαφῶς γνωριζόμενα τοῖς πολλοῖς, λέγεται δὲ κομισθείσης αὐτῆς εἰς Ῥώμην Τυραννίωνα τὸν γραμματικὸν ἐνσκευάσασθαι τὰ πολλά, καὶ παρʼ αὐτοῦ τὸν Ῥόδιον Ἀνδρόνικον εὐπορήσαντα τῶν ἀντιγράφων εἰς μέσον θεῖναι καὶ ἀναγράψαι τοὺς νῦν φερομένους πίνακας.

οἱ δὲ πρεσβύτεροι Περιπατητικοὶ φαίνονται μὲν καθʼ ἑαυτοὺς γενόμενοι χαρίεντες καὶ φιλολόγοι, τῶν δὲ Ἀριστοτέλους καὶ Θεοφράστου γραμμάτων οὔτε πολλοῖς οὔτε ἀκριβῶς ἐντετυχηκότες διὰ τὸ τὸν Νηλέως τοῦ Σκηψίου κλῆρον, ᾧ τὰ βιβλία κατέλιπε Θεόφραστος, εἰς ἀφιλοτίμους καὶ ἰδιώτας ἀνθρώπους περιγενέσθαι.

p.408