Sulla
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
Δορύλαος γὰρ εἰς Χαλκίδα καταχθεὶς παρασκευῇ νεῶν πολλῇ, ἐν αἷς ἦγεν ὀκτὼ μυριάδας ἠσκημένας καὶ συντεταγμένας ἄριστα δὴ τῆς Μιθριδατικῆς
οὐ μὴν ἀλλὰ ὁ Σύλλας ταχέως ὑποστρέψας ἀπέδειξε τῷ Δορυλάῳ τὸν Ἀρχέλαον ἄνδρα φρόνιμον καὶ τῆς Ῥωμαίων ἐμπειρότατον ἀρετῆς, ὥστε μικρὰ αὐτὸν τῷ Σύλλᾳ περὶ τὸ Τιλφώσσιον ἐμπεσόντα πρῶτον εἶναι τῶν οὐκ ἀξιούντων κρίνεσθαι διὰ μάχης, ἀλλὰ δαπάναις καὶ χρόνῳ τρίβειν τὸν πόλεμον. ὅμως δὲ θάρσος τι τῷ Ἀρχελάῳ παρεῖχεν ὁ πρὸς Ὀρχομενῷ τόπος, ἐν ᾧ κατεστρατοπέδευσαν, εὐφυέστατος ὢν ἱπποκρατοῦσιν ἐναγωνίσασθαι.
τῶν γὰρ Βοιωτίων πεδίων ὅ τί πέρ ἐστι κάλλιστον καὶ μέγιστον, τοῦτο τῆς Ὀρχομενίων ἐξηρτημένον πόλεως ὁμαλὸν ἀναπέπταται καὶ ἄδενδρον ἄχρι τῶν ἑλῶν ἐν οἷς ὁ Μέλας καταναλίσκεται ποταμός, ἀνατέλλων μὲν ὑπὸ τὴν πόλιν τῶν Ὀρχομενίων πολὺς καὶ πλώϊμος ἐν πηγαῖς μόνος τῶν Ἑλληνικῶν ποταμῶν, αὐξόμενος δὲ ὑπὸ τροπὰς θερινάς, ὥσπερ ὁ Νεῖλος, καὶ φέρων ὅμοια τοῖς ἐκεῖ τὰ φυόμενα, πλὴν ἄκαρπα καὶ ἀναυξῆ.
πόρρω δὲ οὐ πρόεισιν, ἀλλὰ τὸ μὲν πλεῖστον εὐθὺς εἰς λίμνας τυφλὰς καὶ ἑλώδεις ἀφανίζεται, μέρος δὲ οὐ πολὺ τῷ Κηφισῷ συμμίγνυται, περὶ ὃν μάλιστα τόπον ἡ λίμνη δοκεῖ τὸν αὐλητικὸν ἐκφέρειν κάλαμον.