Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τῶν δὲ φευγόντων τοὺς μὲν εἰς τάξιν ἤδη καθεστὼς ὁ Μουρήνας ἀπετέμνετο καί διέφθειρεν ὑπαντιάζων, οἱ δὲ ὠσάμενοι πρὸς τὸ φίλιον στρατόπεδον καί τῇ φάλαγγι φύρδην ἐμπεσόντες ἀνέπλησαν δέους καί ταραχῆς τὸ πλεῖστον μέρος, καί διατριβὴν τοῖς στρατηγοῖς ἐνεποίησαν οὐχ ἥκιστα βλάψασαν αὐτούς, ὀξέως γὰρ ὁ Σύλλας ταρασσομένοις ἐπαγαγὼν καί τὸ μέσον διάστημα τῷ τάχει συνελὼν ἀφείλετο τὴν τῶν δρεπανηφόρων ἐνέργειαν.

ἔρρωται γὰρ μάλιστα μήκει δρόμου σφοδρότητα καὶ ῥύμην τῇ διεξελάσει διδόντος, αἱ δὲ ἐκ

p.386
βραχέος ἀφέσεις ἄπρακτοι καί ἀμβλεῖαι, καθάπερ βελῶν τάσιν οὐ λαβόντων. ὃ δὴ καί τότε τοῖς βαρβάροις ἀπήντα καί τὰ πρῶτα τῶν ἁρμάτων ἀργῶς ἐξελαυνόμενα καί προσπίπτοντα νωθρῶς ἐκκρούσαντες οἱ Ῥωμαῖοι μετὰ κρότου καὶ γέλωτος ἄλλα ᾔτουν, ὥσπερ εἰώθασιν ἐν ταῖς θεατρικαῖς ἱπποδρομίαις.

τοὐντεῦθεν αἱ πεζαὶ δυνάμεις συνερράγησαν, τῶν μὲν βαρβάρων προβαλλομένων

paris.1624.464
τὰς σαρίσας μακρὰς καί πειρωμένων τῷ συνασπισμῷ τὴν φάλαγγα διατηρεῖν ἐν τάξει, τῶν δὲ Ῥωμαίων τοὺς μὲν ὑσσοὺς αὐτοῦ καταβαλ́όντων, σπασαμένων δὲ τὰς μαχαίρας καί παρακρουομένων τὰς σαρίσας, ὡς τάχιστα προσμίξειαν αὐτοῖς διʼ ὀργήν.

προτεταγμένους γὰρ ἑώρων τῶν πολεμίων μυρίους καί πεντακισχιλίους θεράποντας, οὓς ἐκ τῶν πόλεων κηρύγμασιν ἐλευθεροῦντες οἱ βασιλέως στρατηγοὶ κατελόχιζον εἰς τοὺς ὁπλίτας. καί τις ἑκατοντάρχης λέγεται Ῥωμαῖος εἰπεῖν ὡς ἐν Κρονίοις μόνον εἰδείη τῆς παρρησίας δούλους μετέχοντας·