Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

μετὰ δὲ τὴν δημαρχίαν ἀγορανομίαν τὴν μείζονα παρήγγειλε, δύο γάρ εἰσι τάξεις

p.472
ἀγορανομιῶν, ἡ μὲν ἀπὸ τῶν δίφρων τῶν ἀγκυλοπόδων, ἐφʼ ὧν καθεζόμενοι χρηματίζουσιν, ἔχουσα τοὔνομα τῆς ἀρχῆς, τὴν δ’ ὑποδεεστέραν δημοτικὴν καλοῦσιν. ὅταν δὲ τοὺς ἐντιμοτέρους ἕλωνται περὶ τῶν ἑτέρων πάλιν τὴν ψῆφον λαμβάνουσιν.

ὡς οὖν ὁ Μάριος φανερὸς ἦν λειπόμενος ἐν ἐκείνῃ, ταχὺ μεταστὰς αὖθις ᾔτει τὴν ἑτέραν. δόξας δὲ θρασὺς εἶναι καὶ αὐθάδης ἀπέτυχε· καὶ δυσὶν ἐν ἡμέρᾳ μιᾷ περιπεσὼν ἀποτεύξεσιν, ὃ μηδεὶς ἔπαθεν ἂλλος, οὐδὲ μικρὸν ὑφήκατο τοῦ φρονήματος, ὕστερον δὲ οὐ πολλῷ στρατηγίαν μετελθὼν ὀλίγον ἐδέησεν ἐκπεσεῖν, ἔσχατος δὲ πάντων ἀναγορευθεὶς δίκην ἔσχε δεκασμοῦ.

μάλιστα δὲ ὑποψίαν παρέσχε Κασσίου Σαβάκωνος οἰκέτης ὀφθεὶς ἐντὸς τῶν δρυφάκτων ἀναμεμειγμένος τοῖς φέρουσι τὰς ψήφους· ὁ γὰρ Σαβάκων ἦν ἑταῖρος ἐν τοῖς μάλιστα Μαρίον. κληθεὶς οὖν οὗτος ὑπὸ τῶν δικαστῶν ἔφη διὰ τὸ καῦμα διψήσας ὕδωρ ψυχρὸν αἰτῆσαι καὶ τὸν οἰκέτην ἔχοντα ποτήριον εἰσελθεῖν πρὸς αὐτόν, εἶτʼ εὐθὺς οἲχεσθαι πιόντος.

οὗτος μὲν οὖν ὑπὸ τῶν μετὰ ταῦτα τιμητῶν ἐξέπεσε τῆς βουλῆς, ἐπιτήδειος εἶναι παθεῖν τοῦτο δόξας ἢ διὰ τὴν ψευδομαρτυρίαν ἢ διὰ τὴν ἀκρασίαν ἐπὶ δὲ τὸν Μάριον καὶ Γάϊος Ἑρέννιος μάρτυς εἰσαχθεὶς οὐκ ἔφη ἡ πάτριον εἶναι καταμαρτυρεῖν πελατῶν, ἀλλὰ τὸν νόμον ἀφιέναι ταύτης τῆς ἀνάγκης τοὺς πάτρωνας οὕτως γάρ οἱ Ῥωμαῖοι τοὺς προστάτας

p.474
καλοῦσι, τοῦ δ’ Ἑρεννίων οἴκου τοὺς Μαρίου γονεῖς καὶ Μάριον αὐτὸν ἐξ ἀρχῆς γεγονέναι πελάτας.

ἀποδεξαμένων δὲ τὴν ἀπόρρησιν τῆς μαρτυρίας τῶν δικαστῶν αὐτὸς ἀντεῖπεν ὁ Μάριος πρὸς τὸν Ἑρέννιον ὡς, ὅτε πρῶτον ἄρχων ἀνηγορεύθη, τὸν πελάτην ἐκβεβηκώς· ὅπερ ἦν οὐ παντάπασιν ἀληθές, ἀρχὴ γὰρ οὐ πᾶσα τοῦ νέμειν προστάτην ἀπαλλάσσει τοὺς τυχόντας αὐτοὺς καὶ γένος, ἀλλʼ ᾗ τὸν ἀγκυλόποδα δίφρον ὁ νόμος δίδωσιν. οὐ μὴν ἀλλὰ ταῖς πρώταις ἡμέραις ἐν τῇ δίκῃ κακῶς πράττων ὁ Μάριος καὶ χαλεποῖς χρώμενος τοῖς δικασταῖς, τῇ τελευταίᾳ παραλόγως ἀπέφυγεν ἴσων τῶν ψήφων γενομένων.