Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ πᾶσα μὲν ὁδός, πᾶσα δὲ πόλις τῶν διωκόντων καὶ κυνηγετούντων τοὺς ὑποφεύγοντας καὶ κεκρυμμένους ἔγεμεν. ἠλέγχετο δὲ καὶ ξενίας καὶ φιλίας πίστις οὐδὲν ἔχουσα παρὰ τὰς τύχας βέβαιον· ὀλίγοι γάρ ἐγένοντο παντάπασιν οἱ μὴ προδόντες αὐτοῖς τοὺς παρὰ σφᾶς καταφυγόντας.

ἄξιον οὖν ἄγασθαι καὶ θαυμάσαι τοὺς τοῦ Κορνούτου θεράποντας οἳ, οἱ τὸν δεσπότην ἀποκρύψαντες οἴκοι, νεκρὸν δέ τινα τῶν πολλῶν ἀναρτήσαντες ἐκ τοῦ τραχήλου καὶ περιθέντες αὐτῷ χρυσοῦν δακτύλιον ἐπεδείκνυον τοῖς Μαρίου δορυφόροις καὶ κοσμήσαντες ὡς ἐκεῖνον αὐτὸν ἔθαπτον. ὑπενόησε δὲ οὐδείς, ἀλλʼ οὕτω λαθὼν ὁ Κορνοῦτος ὑπὸ τῶν οἰκετῶν εἰς Γαλατίαν διεκομίσθη.

χρηστῷ δὲ καὶ Μᾶρκος Ἀντώνιος ὁ ῥήτωρ φίλῳ χρησάμενος ἠτύχησεν. ὁ γάρ ἄνθρωπος ἦν μὲν πένης καὶ δημοτικός, ὑποδεξάμενος δὲ πρῶτον ἄνδρα Ῥωμαίων καὶ φιλοφρονούμενος ἐκ τῶν παρόντων, οἰκέτην ἔπεμψε πρός τινα τῶν ἐγγὺς καπήλων ληψόμενον οἶνον. διαγευομένου δὲ ἐπιμελέστερον καὶ βελτίονα μετρῆσαι κελεύοντος ἠρώτησεν ὁ κάπηλος ὁ τι παθὼν οὐχὶ τὸν

p.588
νέον, ὥσπερ εἴωθεν, ὠνεῖται καὶ δημοτικόν, ἀλλὰ τοῦ σπουδαίου καὶ πολυτελοῦς.

ἁπλῶς δέ πως ἐκείνου φράσαντος ὡς πρὸς συνήθη καὶ γνώριμον, ὅτι Μᾶρκον Ἀντώνιον ὁ δεσπότης ἑστιᾷ παρʼ αὐτῷ κρυπτόμενον, ἀσεβὴς καὶ μιαρὸς ὢν ὁ κάπηλος ἅμα τῷ τὸν οἰκέτην ἀπελθεῖν αὐτὸς συνέτεινε πρὸς Μάριον ἤδη περὶ δεῖπνον ὄντα, καὶ προσαχθεὶς ὡμολόγησε παραδώσειν αὐτῷ τὸν Ἀντώνιον.