Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ τῆς δίκης λεγομένης ἐφαίνετο καὶ τὴν Φαννίαν ἀκόλαστον γεγονέναι καὶ τὸν ἄνδρα τοιαύτην εἰδότα λαβεῖν καὶ συμβιῶσαι πολὺν χρόνον, ἀμφοτέρους δυσχεράνας τὸν μὲν ἄνδρα τὴν φερνὴν ἐκέλευσεν ἀποδοῦναι, τῆς δὲ γυναικὸς ἀτιμίας ἕνεκα τῇ καταδίκῃ χαλκοῦς τέσσαρας προσετίμησεν.

οὐ μὴν ἥ γε Φαννίᾳ τότε πάθος γυναικὸς

paris.1624.428
ἠδικημένης ἔλαβεν, ἀλλʼ ὡς εἶδε τὸν Μάριον, πορρωτάτω γενομένη τοῦ μνησικακεῖν, ἐκ τῶν παρόντων ἐπεμελεῖτο καὶ παρεθάρρυνεν αὐτόν, ὁ δὲ κἀκείνην ἐπῄνει καὶ θαρρεῖν ἔφασκε· σημεῖον γάρ αὐτῷ γεγονέναι χρηστόν. ἦν δὲ τοιοῦτον. ὡς ἀγόμενος πρὸς τῇ οἰκίᾳ τῆς Φαννίας ἐγεγόνει, τῶν θυρῶν ἀνοιχθεισῶν ὄνος ἔνδοθεν ἐχώρει δρόμῳ, πιόμενος ἀπὸ κρήνης ἐγγὺς ἀπορρεούσης·

προσβλέψας δὲ τῷ Μαρίῳ λαμυρόν τι καὶ γεγηθὸς ἔστη πρῶτον ἐναντίον, εἶτα φωνὴν ἀφῆκε λαμπρὰν καὶ παρεσκίρτησε παρʼ αὑτὸν ὑπὸ γαυρότητος. ἐξ οὗ συμβαλὼν ὁ Μάριος ἔφασκεν ὡς διὰ θαλάσσης αὐτῷ μᾶλλον ἢ διὰ γῆς ὑποδείκνυσι σωτηρίαν τὸ δαιμόνιον τὸν γάρ ὄνον οὐ προσέχοντα τῇ ξηρᾷ τροφῇ πρὸς τὸ ὕδωρ ἀπʼ αὐτοῦ τραπέσθαι. ταῦτα διαλεχθεὶς τῇ Φαννίᾳ καθʼ αὑτὸν

p.572
ἀνεπαύετο, τὴν θύραν τοῦ δωματίου προσθεῖναι κελεύσας.

βουλευομένοις δὲ τοῖς ἄρχουσι καὶ συνέδροις τῶν Μιντουρνησίων ἔδοξε μὴ μέλλειν, ἀλλὰ διαχρήσασθαι τὸν ἄνδρα. καὶ τῶν μὲν πολιτῶν οὐδεὶς ὑπέστη τὸ ἔργον, ἱππεὺς δὲ Γαλάτης τὸ γένος ἢ Κίμβρος ἀμφοτέρως γὰρ ἱστορεῖται λαβών ξίφος ἐπεισῆλθεν αὐτῷ.

τοῦ δὲ οἰκήματος ἐν ᾧ ἔτυχε μέρει κατακείμενος οὐ πάνυ λαμπρὸν φῶς ἔχοντος, ἀλλʼ ὄντος ἐπισκίου, λέγεται τὰ μὲν ὄμματα τοῦ Μαρίου φλόγα πολλὴν ἐκβάλλοντα τῷ στρατιώτῃ φανῆναι, φωνὴν δὲ μεγάλην ἐκ τοῦ παλισκίου γενέσθαι, σὺ δὴ τολμᾷς, ἄνθρωπε, Γάϊον Μάριον ἀνελεῖν ; ἐξῆλθεν οὖν εὐθὺς ὁ βάρβαρος φυγῇ, καὶ τὸ ξίφος ἐν μέσῳ καταβαλὼν ἐχώρει διὰ θυρῶν, τοῦτο μόνον βοῶν, οὐ δύναμαι Γάϊον Μάριον ἀποκτεῖναι.

πάντας οὖν ἔκπληξις ἔσχεν, εἶτα οἶκτος καὶ μετάνοια τῆς γνώμης καὶ κατάμεμψις ἑαυτῶν ὡς βούλευμα βεβουλευκότων ἄνομον καὶ ἀχάριστον ἐπʼ ἀνδρὶ σωτῆρι τῆς Ἰταλίας, ᾧ μὴ βοηθῆσαι δεινὸν ἦν. ἲτω δʼοὖν ὅπῃ χρῄζει φυγάς ἀνατλησόμενος ἀλλαχόθι τὸ μεμορμένον. ἡμεῖς δὲ εὐχώμεθα μὴ νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν. ὑπὸ τοιούτων λογισμῶν εἰσπεσόντες ἀθρόοι καὶ περισχόντες αὐτὸν ἐξῆγον ἐπὶ τὴν θάλασσαν.

ἄλλου δὲ ἄλλο τι προθύμως ὑπηρετοῦντος καὶ σπευδόντων ἁπάντων ἐγίνετο τριβὴ τοῦ χρόνου. τὸ γάρ τῆς λεγομένης Μαρίκας ἄλσος, ὃ σέβονται καὶ παραφυλάττουσι μηθὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν

p.574
εἰσκομισθέντων, ἐμποδὼν ἦν τῆς ἐπὶ θάλασσαν ὁδοῦ, καὶ κύκλῳ περιιόντας ἔδει βραδύνειν, ἄχρι οὗ τῶν πρεσβυτέρων τις ἐκβοήσας ἔφη μηδεμίαν ἄβατον μηδʼ· ἀπόρεντον ὁδὸν εἶναι διʼ ἧς σῴζεται Μάριος, καὶ πρῶτος αὐτὸς λαβών τι τῶν κομιζομένων ἐπὶ ναῦν διὰ τοῦ τόπου διεξῆλθε.