Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὅμως δὲ βουλεύσασθαι πρότερον ἐδόκει τοῖς ἄρχουσι καὶ κατατίθενται τὸν Μάριον εἰς οἰκίαν Φαννίας γυναικὸς οὐκ εὐμενῶς δοκούσης ἔχειν πρὸς αὑτὸν ἐξ αἰτίας παλαιᾶς.

p.570
ἦν γὰρ ἀνήρ τῇ Φαννίᾳ Τιτίννιος· τούτου διαστᾶσα τὴν φερνὴν ἀπῄτει λαμπρὰν οὖσαν. ὁ δὲ μοιχείαν ἐνεκάλει· καὶ γίνεται Μάριος ὑπατεύων τὸ ἕκτον δικαστής.

ἐπεὶ δὲ τῆς δίκης λεγομένης ἐφαίνετο καὶ τὴν Φαννίαν ἀκόλαστον γεγονέναι καὶ τὸν ἄνδρα τοιαύτην εἰδότα λαβεῖν καὶ συμβιῶσαι πολὺν χρόνον, ἀμφοτέρους δυσχεράνας τὸν μὲν ἄνδρα τὴν φερνὴν ἐκέλευσεν ἀποδοῦναι, τῆς δὲ γυναικὸς ἀτιμίας ἕνεκα τῇ καταδίκῃ χαλκοῦς τέσσαρας προσετίμησεν.

οὐ μὴν ἥ γε Φαννίᾳ τότε πάθος γυναικὸς

paris.1624.428
ἠδικημένης ἔλαβεν, ἀλλʼ ὡς εἶδε τὸν Μάριον, πορρωτάτω γενομένη τοῦ μνησικακεῖν, ἐκ τῶν παρόντων ἐπεμελεῖτο καὶ παρεθάρρυνεν αὐτόν, ὁ δὲ κἀκείνην ἐπῄνει καὶ θαρρεῖν ἔφασκε· σημεῖον γάρ αὐτῷ γεγονέναι χρηστόν. ἦν δὲ τοιοῦτον. ὡς ἀγόμενος πρὸς τῇ οἰκίᾳ τῆς Φαννίας ἐγεγόνει, τῶν θυρῶν ἀνοιχθεισῶν ὄνος ἔνδοθεν ἐχώρει δρόμῳ, πιόμενος ἀπὸ κρήνης ἐγγὺς ἀπορρεούσης·

προσβλέψας δὲ τῷ Μαρίῳ λαμυρόν τι καὶ γεγηθὸς ἔστη πρῶτον ἐναντίον, εἶτα φωνὴν ἀφῆκε λαμπρὰν καὶ παρεσκίρτησε παρʼ αὑτὸν ὑπὸ γαυρότητος. ἐξ οὗ συμβαλὼν ὁ Μάριος ἔφασκεν ὡς διὰ θαλάσσης αὐτῷ μᾶλλον ἢ διὰ γῆς ὑποδείκνυσι σωτηρίαν τὸ δαιμόνιον τὸν γάρ ὄνον οὐ προσέχοντα τῇ ξηρᾷ τροφῇ πρὸς τὸ ὕδωρ ἀπʼ αὐτοῦ τραπέσθαι. ταῦτα διαλεχθεὶς τῇ Φαννίᾳ καθʼ αὑτὸν

p.572
ἀνεπαύετο, τὴν θύραν τοῦ δωματίου προσθεῖναι κελεύσας.