Caius Marius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
ὁ δὲ πρεσβύτης Μάριος ὡς ἀνήχθη, πνεύματι φορῷ κομιζόμενος παρὰ τὴν Ἰταλίαν
τοῦ δὲ χειμῶνος αὐξανομένου καὶ τῶν σιτίων ἐπιλειπόντων ἐκβάντες ἐπλάζοντο πρὸς οὐδένα σκοπόν, ἀλλʼ οἷα συμβαίνει ταῖς μεγάλαις ἀπορίαις ἀεὶ φεύγειν ἐκ τοῦ παρόντος ὡς χαλεπωτάτου καὶ τὰς ἐλπίδας ἔχειν ἐν τοῖς ἀδήλοις. ἐπεὶ πολεμία μὲν ἐκείνοις ἡ γῆ, πολεμία δὲ ἡ θάλασσα, φοβερὸν δὲ ἦν ἀνθρώποις περιπεσεῖν, φοβερὸν δὲ μὴ περιπεσεῖν διʼ ἔνδειαν τῶν ἀναγκαίων.
οὐ μὴν ἀλλʼ ὀψέ που βοτῆρσιν ὀλίγοις ἐντυγχάνουσιν, οἳ δοῦναι μὲν οὐδὲν ἔσχον αὐτοῖς δεομένοις, γνωρίσαντες δὲ τὸν Μάριον ἐκέλευον ἀπαλλάττεσθαι τὴν ταχίστην· ὀλίγον γάρ ἔμπροσθεν αὐτόθι κατὰ ζήτησιν αὐτοῦ συχνοὺς ἱππέας ὀφθῆναι διεξελαύνοντας.
ἐν παντὶ δὴ γεγονὼς ἀπορίας, μάλιστα δὲ νηστείᾳ τῶν περὶ αὐτὸν ἀπαγορευόντων, τότε μὲν ἐκτραπόμενος τῆς ὁδοῦ καὶ καταβαλὼν ἑαυτὸν εἰς ὕλην βαθεῖαν ἐπιπόνως διενυκτέρευσε. τῇ δ’ ὑστεραίᾳ συνηγμένος ὑπʼ ἐνδείας καὶ τῷ σώματι πρὶν ἐκλελύσθαι παντάπασι χρήσασθαι βουλόμενος ἐχώρει παρὰ τὸν αἰγιαλόν, ἐπιθαρσύνων τοὺς ἑπομένους καὶ
νέος γὰρ ὢν ἔτι παντελῶς καὶ διατρίβων κατʼ ἀγρὸν ὑποδέξασθαι τῷ ἱματίῳ καταφερομένην ἀετοῦ νεοττιὰν ἑπτὰ νεοττοὺς ἔχουσαν· ἰδόντας δὲ τοὺς γονεῖς καὶ θαυμάσαντας διαπυνθάνεσθαι τῶν μάντεων τοὺς δὲ εἰπεῖν ὡς ἐπιφανέστατος ἀνθρώπων ἔσοιτο καὶ τὴν μεγίστην ἡγεμονίαν καὶ ἀρχὴν ἑπτάκις αὐτὸν λαβεῖν ἀναγκαῖον εἴη.
ταῦτα οἱ μὲν ἀληθῶς τῷ Μαρίῳ συντυχεῖν οὕτω λέγουσιν οἱ δὲ τοὺς τότε καὶ παρὰ τὴν ἄλλην φυγὴν ἀκούσαντας αὐτοῦ καὶ πιστεύσαντας ἀναγράψαι πρᾶγμα κομιδῇ μυθῶδες. ἀετὸς γὰρ οὐ τίκτει πλεῖον τῶν δυεῖν, ἀλλὰ καὶ Μουσαῖον ἐψεῦσθαι λέγουσιν εἰπόντα περὶ τοῦ ἀετοῦ, ὡς
τρία μὲν τίκτει, δύο δ’ ἐκλέπει, ἓν δ’ ἀλεγίζει.[*](Ὁς τρία μὲν κτλ., as cited in Aristotle, Hist. An. vi. 6 (p. 563a, 17).)τὸ μέντοι πολλάκις ἐν τῇ φυγῇ καὶ ταῖς ἐσχάταις ἀπορίαις Μάριον εἰπεῖν ὡς ἄχρις ἑβδόμης ὑπατείας πρόεισιν, ὁμολογούμενόν ἐστιν.