Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ τοῖς μὲν ἄλλοις ἧττον ἤχθετο παρευδοκιμούμενος, σφόδρα δὲ αὐτὸν ἠνία Σύλλας ἐκ τοῦ πρὸς ἐκεῖνον αὐξανόμενος φθόνου

p.552
τῶν δυνατῶν καὶ τὰς πρὸς ἐκεῖνον διαφορὰς ἀρχὴν πολιτείας ποιούμενος, ἐπεὶ δὲ καὶ Βόκχος ὁ Νομὰς σύμμαχος Ῥωμαίων ἀναγεγραμμένος ἔστησεν ἐν Καπετωλίῳ Νίκας τροπαιοφόρους καὶ παρʼ αὐταῖς ἐν εἰκόσι χρυσαῖς Ἰουγούρθαν ἐγχειριζόμενον ὐπὸ αὐτοῦ Σύλλᾳ, τοῦτο ἐξέστησεν ὀργῇ καὶ φιλονεικίᾳ Μάριον, ὡς Σύλλα περισπῶντος εἰς ἑαυτὸν τὰ ἔργα, καὶ παρεσκευάζετο βίᾳ τὰ ἀναθήματα καταβάλλειν.

ἀντεφιλονίκει δὲ Σύλλας, καὶ τὴν στάσιν ὅσον οὔπω φερομένην εἰς μέσον ἐπέσχεν ὁ συμμαχικὸς πόλεμος ἐξαίφνης ἐπὶ τὴν πόλιν ἀναρραγείς. τὰ γὰρ μαχιμώτατα τῶν Ἰταλικῶν ἐθνῶν καὶ πολυανθρωπότατα κατὰ τῆς Ῥώμης συνέστησαν καὶ μικρὸν ἐδέησαν συγχέαι τὴν ἡγεμονίαν, οὐ μόνον ὅπλοις ἐρρωμένα καὶ σώμασιν, ἀλλὰ καὶ τόλμαις στρατηγῶν καὶ δεινότησι χρησάμενα θαυμασταῖς καὶ ἀντιπάλοις.

οὗτος ὁ πόλεμος τοῖς πάθεσι ποικίλος γενόμενος καὶ ταῖς τύχαις πολυτροπώτατος ὅσον Σύλλᾳ προσέθηκε δόξης καὶ δυνάμεως, τοσοῦτον ἀφεῖλε Μαρίου, βραδὺς γάρ ἐφάνη ταῖς ἐπιβολαῖς, ὄκνου τε περὶ πάντα καὶ μελλήσεως ὑπερέβαλλεν̓,, εἴτε τοῦ γήρως τὸ δραστήριον ἐκεῖνο καὶ θερμὸν ἐν αὐτῷ κατασβεννύντος ἑξηκοστὸν γάρ ἤδη καὶ πέμπτον ἔτος ὑπερέβαλλεν, εἴτε, ὡς αὐτὸς ἔλεγε, περὶ νεῦρα γεγονὼς νοσώδης καὶ σώματι δύσεργος ὢν ὑπέμενε παρὰ δύναμιν αἰσχύνῃ τὰς στρατείας.

οὐ μὴν ἀλλὰ καὶ τότε μάχῃ τε μεγάλῃ νικήσας ἑξακισχιλίους ἀνεῖλε τῶν πολεμίων, καὶ λαβὴν οὐδαμῇ παρέσχεν

p.554
αὐτοῖς, ἀλλὰ καὶ περιταφρευόμενος ἠνέσχετο καὶ χλευαζόμενος καὶ καλούμενος οὐ παρωξύνθη. λέγεται δὲ Ποπλίου Σίλωνος, ὃς μέγιστον εἶχε τῶν πολεμίων ἀξίωμα καὶ δύναμιν, εἰπόντος πρὸς αὐτόν, εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, διαγώνισαι καταβάς, ἀποκρίνασθαι, Σὐ μὲν οὖν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι μὴ βουλόμενον.

πάλιν δέ ποτε τῶν μὲν πολεμίων καιρὸν ἐπιχειρήσεως παραδιδόντων, τῶν δὲ Ῥωμαίων ἀποδειλιασάντων, ὡς ἀνεχώρησαν ἀμφότεροι, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς στρατιώτας, ἀπορῶ, φησί, πότερον εἴπω τοὺς πολεμίους ἀνανδροτέρους ἢ ὑμᾶς· οὔτε γάρ ἐκεῖνοι τὸν νῶτον ὑμῶν οὔτε ὑμεῖς ἐκείνων τὸ ἰνίον ἰδεῖν ἐδυνήθητε. τέλος δὲ ἀφῆκε τὴν στρατηγίαν ὡς ἐξαδυνατῶν τῷ σώματι διὰ τὴν ἀσθένειαν.