Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐκ τούτου ψηφίζεται Σατορνῖνος ἐπικηρύξαι τοὺς ὑπάτους ὅπως πυρὸς καὶ ὕδατος καὶ στέγης εἴργηται Μέτελλος· καὶ τὸ φαυλότατον αὐτοῖς τοῦ πλήθους παρῆν ἕτοιμον ἀποκτιννύναι τὸν ἄνδρα, τῶν δὲ βελτίστων περιπαθούντων καὶ συντρεχόντων πρὸς τὸν Μέτελλον οὐκ εἴα στασιάζειν διʼ αὐτόν, ἀλλὰ ἀπῆλθεν ἐκ τῆς πόλεως ἔμφρονι λογισμῷ χρησάμενος.

ἢ γὰρ ἀμεινόνων, ἔφη, τῶν πραγμάτων γενομένων καὶ τοῦ δήμου μετανοήσαντος ἀφίξομαι παρακαλούμενος· ἢ μενόντων ὁμοίων ἀπηλλάχθαι κράτιστον. ἀλλὰ γὰρ ὅσης μὲν ἀπέλαυσεν εὐνοίας παρὰ τὴν φυγὴν καὶ τιμῆς Μέτελλος, ὃν δὲ τρόπον ἐν Ῥόδῳ φιλοσοφῶν διῃτήθη, βέλτιον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις εἰρήσεται.

Μάριος δὲ τὸν Σατορνῖνον ἀντὶ τῆς ὑπουργίας ταύτης ἐπὶ πᾶν προϊόντα τόλμης καὶ δυνάμεως περιορᾶν ἀναγκαζόμενος, ἔλαθεν οὐκ ἀνεκτὸν ἀπεργασάμενος κακόν, ἀλλʼ ἄντικρυς ὅπλοις καὶ σφαγαῖς ἐπὶ τυραννίδα καὶ πολιτείας ἀνατροπὴν πορευόμενον. αἰδούμενος δὲ τοὺς κρατίστους, θεραπεύων δὲ τοὺς πολλούς, ἔργον ἀνελεύθερον ἐσχάτως ὑπέμεινε καὶ παλίμβολον.

ἐλθόντων γάρ ὡς αὐτὸν ὑπὸ νύκτα τῶν πρώτων

p.548
ἀνδρῶν καὶ παρακαλούντων ἐπὶ τὸν Σατορνῖνον, ἑτέραις θύραις ἐκεῖνον ὑπεδέξατο τούτων ἀγνοούντων. εἶτα πρόφασιν λέγων πρὸς ἀμφοτέρους κοιλίας διάρροιαν, νῦν μὲν ὡς τούτους, νῦν δὲ ὡς ἐκεῖνον ἐπὶ τῆς οἰκίας ἀνά μέρος διατρέχων συνέκρουε καὶ παρώξυνεν.

οὐ μὴν ἀλλὰ καὶ τῆς βουλῆς καὶ τῶν ἱππέων συνισταμένων καὶ ἀγανακτούντων ἐξήνεγκεν εἰς ἀγορὰν τὰ ὅπλα, καὶ καταδιωχθέντας αὐτοὺς εἰς τὸ Καπετώλιον εἷλε δίψει· τοὺς γὰρ ὀχετοὺς ἀπέκοψεν, οἱ δ’ ἀπειπόντες ἐκεῖνον ἐκάλουν καὶ παρέδωκαν σφᾶς αὐτοὺς διὰ τῆς λεγομένης δημοσίας πίστεως.

ἐπεὶ δὲ παντοῖος γενόμενος ὑπὲρ τοῦ σῶσαι τοὺς ἄνδρας οὐδὲν ὤνησεν, ἀλλὰ κατιόντες εἰς ἀγορὰν ἀνῃρέθησαν, ἐκ τούτου τοῖς τε δυνατοῖς ἅμα καὶ τῷ δήμῳ προσκεκρουκώς, τιμητείας παραπεσούσης ἐπίδοξος ὢν οὐ μετῆλθεν, ἀλλʼ εἴασεν ἑτέρους ὑποδεεστέρους αἱρεθῆναι, δεδιὼς ἀποτυχεῖν. ἄλλως δὲ αὐτὸς ἐκαλλωπίζετο πολλοῖς μὴ θέλειν ἀπεχθάνεσθαι τοὺς βίους αὐτῶν καὶ τὰ ἤθη πικρῶς ἐξετάζων.