Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

πέμπτην μὲν οὖν ὑπατείαν διεῖπε· τῆς δὲ ἕκτης ὡς οὐδὲ εἷς πρώτης ὠρέγετο, θεραπείαις τὸν δῆμον ἀναλαμβάνων καὶ πρὸς χάριν ἐνδιδοὺς τοῖς πολλοῖς, οὐ μόνον παρὰ τὸν ὄγκον καὶ τὸ κοινὸν ἀξίωμα τῆς ἀρχῆς, ἀλλὰ καὶ παρὰ τὴν αὐτοῦ φύσιν ὑγρός τις εἶναι βουλόμενος καὶ δημοτικός, ἥκιστα τοιοῦτος πεφυκώς.

ἀλλʼ ἦν, ὡς λέγουσι, πρὸς πολιτείαν καὶ τοὺς ἐν ὄχλοις

p.540
θορύβους ὑπὸ φιλοδοξίας ἀτολμότατος, καὶ τὸ παρὰ τὰς μάχας ἀνέκπληκτον καὶ στάσιμον ἐν ταῖς ἐκκλησίαις ἀπέλειπεν αὐτὸν ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων ἐξιστάμενον. καίτοι λέγεται Καμερίνων ἄνδρας ὁμοῦ χιλίους διαπρεπῶς ἀγωνισαμένους ἐν τῷ πολέμῳ δωρησάμενος πολιτείᾳ, δοκοῦντος εἶναι τούτου παρανόμου καί τινων ἐγκαλούντων, εἰπεῖν ὅτι τοῦ νόμου διὰ τὸν τῶν ὅπλων ψόφον οὐ κατακούσειεν.

οὐ μὴν ἀλλὰ μᾶλλον ἔοικεν ἐκπλήσσεσθαι καὶ δεδιέναι τὴν ἐν ταῖς ἐκκλησίαις κραυγήν. ἐν μὲν γε τοῖς ὅπλοις ἀξίωμα καὶ δύναμιν εἶχε διὰ τὴν χρείαν, ἐν δὲ τῇ πολιτείᾳ περικοπτόμενος τὰ πρωτεῖα κατέφευγεν ἐπὶ τὴν τῶν πολλῶν εὔνοιαν καὶ χάριν, ὑπὲρ τοῦ μέγιστος γενέσθαι τὸ βέλτιστος εἶναι προϊέμενος.

πᾶσι μὲν οὖν προσέκρουε τοῖς ἀριστοκρατικοῖς, μάλιστα δὲ ὀρρωδῶν τὸν Μέτελλον ἠχαριστημένον ὑπʼ αὐτοῦ καὶ φύσει διʼ

paris.1624.422
ἀρετὴν ἀληθῆ πολεμοῦντα τοῖς οὐ κατὰ τὸ βέλτιστον ὑποδυομένοις τὰ πλήθη καὶ πρὸς ἡδονὴν δημαγωγοῦσιν, ἐπεβούλευε τῆς πόλεως ἐκβαλεῖν τὸν ἄνδρα.