Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τοῦτο μὲν οὖν τὸ δρᾶμα πολλοῖς ἀμφισβήτησιν παρεῖχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε πλαττόμενος καὶ συνυποκρινόμενος ἐπιβείκνυται τὴν ἄνθρωπον. τὸ δὲ περὶ τοὺς γῦπας θαύματος ἄξιον Ἀλέξανδρος ὁ Μύνδιος ἱστόρηκε. δύο γὰρ ἐφαίνοντο πρὸ τῶν κατορθωμάτων ἀεὶ περὶ τὰς στρατιὰς

p.508
καὶ παρηκολούθουν γνωριζόμενοι χαλκοῖς περιδεραίοις· ταὐτὰ δὲ οἱ στρατιῶται συλλαβόντες αὐτούς περιῆψαν, εἶτα ἀφῆκαν· ἐκ δὲ τούτου γνωρίζοντες ἠσπάζοντο αὐτούς οἱ στρατιῶται[*](αὐτοὺς οἱ στρατιῶται with Reiske: τοὺς στρατιώτας, which Bekker and Ziegler bracket.) καὶ φανέντων ἐπὶ ταῖς ἐξόδοις ἔχαιρον ὡς ἀγαθὸν τι πράξοντες.

πολλῶν δὲ σημείων πρὸ φαινομένων τὰ μὲν ἄλλα χαρακτῆρα κοινὸν εἶχεν, ἐκ δὲ Ἀμερίας καὶ Τουδέρτου, πόλεων Ἰταλικῶν, ἀπηγγέλθη νυκτὸς ὦφθαι κατὰ τὸν οὐρανὸν αἰχμάς τε φλογοειδεῖς καὶ θυρεοὺς διαφερομένους τὸ πρῶτον, εἶτα συμπίπτοντας ἀλλήλοις καὶ σχήματα καὶ κινήματα λαμβάνοντας οἷα γίνεται μαχομένων ἀνδρῶν, τέλος δὲ τῶν μὲν ἐνδιδόντων, τῶν δὲ ἐπιφερομένων, πάντας ἐπὶ δυσμὰς ῥυῆναι.

περὶ τοῦτον δέ πως τὸν χρόνον ἀφίκετο καὶ Βατάκης ἐκ Πεσσινοῦντος ὁ τῆς Μεγάλης Μητρὸς ἱερεύς, ἀπαγγέλλων ὡς ἡ θεὸς ἐκ τῶν ἀνακτόρων ἐφθέγξατο αὐτῷ νίκην καὶ κράτος πολέμου Ῥωμαίοις ὑπάρχειν. τῆς δὲ συγκλήτου προσεμένης καὶ τῇ θεῷ ναὸν ἐπινίκιον ἱδρύσασθαι ψηφισαμένης, τὸν Βατάκην εἰς τὸν δῆμον προελθόντα καὶ ταὐτὰ βουλόμενον εἰπεῖν ἐκώλυσε δημαρχῶν Αὖλος Πομπήϊος, ἀγύρτην ἀποκαλῶν καὶ πρὸς ὕβριν ἀπελαύνων τοῦ βήματος.

δὲ δὴ καὶ μάλιστα τῷ λόγῳ τοῦ ἀνθρώπου πίστιν παρέσχεν. οὐ γάρ ἔφθη τῆς ἐκκλησίας λυθείσης ὁ Αὖλος εἰς οἶκον ἐπανελθεῖν, καὶ πυρετὸς ἐξήνθησεν αὐτῷ τοσοῦτος ὥστε πᾶσι καταφανῆ γενόμενον καὶ περιβόητον ἐντὸς ἑβδόμης ἡμέρας ἀποθανεῖν.

p.510