Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐν δὲ τῇ στρατείᾳ τὴν δύναμιν διεπόνει καθʼ ὁδὸν ἐξασκῶν δρόμοις τε παντοδαποῖς καὶ μακραῖς ὁδοιποίαις, ἑαυτῷ δὲ ἀχθοφορεῖν ἀναγκάζων καὶ αὐτουργεῖν τὰ πρὸς τὴν δίαιταν, ὥστε καὶ μετὰ ταῦτα τοὺς φιλοπόνους καὶ σιωπῇ μετʼ εὐκολίας τὰ προστασσόμενα ποιοῦντας ἡμιόνους Μαριανοὺς καλεῖσθαι. καίτοι τινὲς αἰτίαν ἑτέραν τὸν λόγου τούτου νομίζουσι.

Σκηπίωνος γάρ, ὅτε Νομαντίαν ἐπολιόρκει, βουληθέντος ἐπιδεῖν μὴ

p.496
μόνον τὰ ὅπλα μηδὲ τοὺς ἵππους, ἀλλὰ καὶ τοὺς ὀρεῖς καὶ τὰς ἁμάξας, ὅπως ἑκάστοις ἐξησκημένα καὶ παρεσκευασμένα τυγχάνοι, προαγαγεῖν τὸν Μάριον ἵππον τε κάλλιστα τεθραμμένον ὑπʼ αὐτοῦ καὶ ἡμίονον εὐεξίᾳ καὶ πρᾳότητι καὶ ῥώμῃ διαφέροντα πολὺ τῶν ἄλλων ἡσθέντος οὖν τοῦ στρατηγοῦ τοῖς τοῦ Μαρίου θρέμμασι
paris.1624.413
καὶ πολλάκις αὐτῶν μνησθέντος, οὕτως ἄρα τοὺς σκώπτοντας ἐν ἐπαίνῳ τὸν ἐνδελεχῆ καὶ τλήμονα καὶ φιλόπονον Μαριανὸν ἡμίονον προσαγορεύειν.

εὐτύχημα δὲ δοκεῖ τῷ Μαρίῳ μέγα γενέσθαι, τῶν γάρ βαρβάρων ὥσπερ τινὰ παλίρροιαν τῆς ὁρμῆς λαβόντων καὶ ῥυέντων πρότερον ἐπὶ τὴν Ἰβηρίαν, χρόνον ἔσχε καὶ τὰ σώματα γυμνάσαι τῶν ἀνδρῶν καὶ τὰ φρονήματα πρὸς τὸ θαρρεῖν ἀναρρῶσαι, τὸ δὲ μέγιστον, αὐτὸς οἷος ἦν κατανοηθῆναι.

τὸ γὰρ ἐν ἀρχῇ σκυθρωπὸν αὐτοῦ καὶ περὶ τὰς τιμωρίας δυσμείλικτον ἐθισθεῖσι μηδὲν ἁμαρτάνειν μηδὲ ἀπειθεῖν ἅμα τῷ δικαίῳ σωτήριον ἐφαίνετο, τήν τε τοῦ θυμοῦ σφοδρότητα καὶ τὸ τραχὺ τῆς φωνῆς καὶ ἀγριωπὸν τοῦ προσώπου συντρεφόμενον κατὰ μικρὸν οὐχ αὑτοῖς ἐνόμιζον εἶναι φοβερόν, ἀλλὰ τοῖς πολεμίοις.

μάλιστα δὲ ἡ περὶ τὰς κρίσεις ὀρθότης αὐτοῦ τοῖς στρατιώταις ἤρεσκεν ἧς καὶ τοιόνδε τι δεῖγμα λέγεται. Γάϊος Λούσιος ἀδελφιδοῦς αὐτοῦ τεταγμένος ἐφʼ ἡγεμονίας ἐστρατεύετο, τάΧχα μὲν ἀνήρ οὐ δοκῶν εἶναι πονηρός, ἥττων δὲ μειρακίων καλῶν. οὗτος ἤρα νεανίσκου τῶν ὐφʼ αὑτῷ στρατευομένων,

p.498
ὄνομα Τρεβωνίου, καὶ πολλάκις πειρῶν οὐκ ἐτύγχανε·