Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

λύσας δὲ τὴν ἐπιστολὴν

p.362
ὁ Πύρρος εὐθὺς τὸ ῥᾳδιούργημα τοῦ Λυσιμάχου συνεῖδεν· οὐδὲ γὰρ ἦν ἡ συνήθης γεγραμμένη προσαγόρευσις, ὁ πατήρ τῷ υἱῷ χαίρειν ἀλλά, βασιλεὺς Πτολεμαῖος βασιλεῖ Πύρρῳ χαίρειν. λοιδορήσας δὲ τὸν Λυσίμαχον ὅμως ἐποιεῖτο τὴν εἰρήνην, καὶ συνῄεσαν ὡς κατὰ σφαγίων ὁρκωμοτήσοντες.

ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος ὁ κριὸς αὐτομάτως ἀπέθανε, τοῖς μὲν ἄλλοις γελᾶν ἐπῄει, τὸν δὲ Πύρρον ὁ μάντις Θεόδοτος ὀμόσαι διεκώλυσε, φήσας τὸ δαιμόνιον ἑνὶ προσημαίνειν τῶν τριῶν βασιλέων θάνατον, ὁ μὲν οὖν Πύρρος οὕτως ἀπέστη τῆς εἰρήνης.