Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἤδη δὲ διαλάμποντος ἥ τε Ἀσπὶς ὅπλων περίπλεως πολεμίων ὀφθεῖσα τὸν Πύρρον διετάραξε, καὶ τῆς ἀγορᾶς ἐν πολλοῖς ἀναθήμασι κατιδὼν λύκον χαλκοῦν καὶ ταῦρον οἷον εἰς μάχην ἀλλήλοις συνιόντας ἐξεπλάγη, χρησμόν τινα πρὸς ἑαυτὸν ἀνενεγκὼν παλαιόν, ὡς ἀποθανεῖν αὐτῷ πεπρωμένον ὅταν λύκον ἴδῃ ταύρῳ μαχόμενον.

ταῦτα δὲ Ἀργεῖοι πάθους ὑπομνήματα παλαιοῦ

p.454
γενενῆσθαι παρʼ αὐτοῖς λέγουσι. Δαναῷ γάρ, ὅτε πρῶτον ἐπέβη τῆς χώρας κατὰ τὰ Πυράμια τῆς Θυρεάτιδος, εἰς Ἄργος πορευομένῳ λύκον φανῆναι ταύρῳ μαχόμενον· θέμενον δὲ τὸν Δαναὸν ὡς ὁ λύκος εἴη πρὸς αὐτοῦ ξένον γὰρ ὄντα τοῖς ἐγχωρίοις ἐπιτίθεσθαι καθάπερ αὐτόν, ἐφορᾶν τὴν μάχην, καὶ τοῦ λύκου κρατήσαντος Ἀπόλλωνι Λυκείῳ προσευξάμενον ἐπιχειρῆσαι καὶ περιγενέσθαι, στάσει Γελάνορος, ὃς τότε τῶν Ἀργείων ἐβασίλευεν, ἐκπεσόντος. τὸ μὲν οὖν ἀνάθημα
paris.1624.405
τοῦτον εἶχε τὸν λόγον.

πρὸς δὲ τὴν ὄψιν ὁ Πύρρος ἅμα καὶ τῷ μηδὲν ὧν ἤλπιζε[*](ἤλπιζε Coraës, Bekker, and Blass, with the MSS.: ἤλπισε. ) προχωρεῖν ἀθυμῶν ἀναστρέφειν διενοεῖτο· τὰς δὲ πύλας στενὰς οὔσας φοβούμενος ἔπεμψε πρὸς τὸν υἱὸν Ἕλενον μετὰ τῆς πολλῆς δυνάμεως ἔξω καταλελειμμένον, κελεύων τοῦ τείχους διασκάπτειν καὶ δέχεσθαι τοὺς ἐκπίπτοντας, ἂν ἐνοχλῶσιν οἱ πολέμιοι.

σπουδῇ δὲ καὶ θορύβῳ τοῦ πεμφθέντος οὐδὲν σαφὲς ἀπαγγέλλοντος, ἀλλὰ καὶ διαμαρτίας γενομένης, τῶν θηρίων τὰ λοιπὰ καὶ στρατιώτας ἀναλαβὼν τοὺς κρατίστους ὁ νεανίσκος εἴσω διὰ τῶν πυλῶν ἐχώρει τῷ πατρὶ βοηθήσων, ἔτυχε δὲ ὁ Πύρρος ἀναστρέφωνἤδη. καὶ μέχρι μὲν ἡ ἀγορὰ παρεῖχεν ὑπεξάγοντι χώραν καὶ μαχομένῳ, ἐκ μεταβολῆς ἠμύνετο τοὺς ἐπιφερομένους·

ἐπεὶ δὲ τῆς ἀγορᾶς εἰς τὸν στενωπὸν ἐξωσθεὶς τὸν ἐπὶ τὴν πύλην ἀνήκοντα συνέπιπτε τοῖς ἐπιβοηθοῦσιν ἐξ ἐναντίας προσφερομένοις, οἱ

p.456
μὲν οὐχ ὑπήκουον ὑποχωρεῖν βοῶντος αὐτοῦ, τοὺς δὲ καὶ πάνυ προθύμους ὄντας εἶργον οἱ κατόπιν ἀπὸ τῆς πύλης ἐπιχεόμενοι.

καὶ γὰρ ὁ μέγιστος ἐλέφας ἐν τῇ πύλῃ πλάγιος παραπεσὼν καὶ βρυχώμενος ἐμποδὼν ἔκειτο τοῖς ἀποτρεπομένοις, καὶ τῶν προεισεληλυθότων ἕτερος, ᾧ Νίκων ὄνομα ἦν, ἀπορρυέντα τὸν ἐπιστάτην ὑπὸ τραυμάτων ζητῶν ἀναλαβεῖν καὶ φερόμενος πρὸς τοὐναντίον τοῖς ὑπεξάγουσιν, ἀνέμιξε φίλους ὁμοῦ καὶ πολεμίους ὠθουμένους ὑπʼ αὐτοῦ·