Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

νυκτὸς δὲ ἡ μάχη διεκρίθη· καὶ κοιμώμενος ὁ Πύρρος ὄψιν εἶδε τοιαύτην. ἐδόκει βάλλεσθαι κεραυνοῖς ὑπʼ αὐτοῦ τὴν Λακεδαίμονα καὶ φλέγεσθαι πᾶσαν, αὐτὸν δὲ χαίρειν. ὑπὸ δὲ τῆς χαρᾶς ἐξεγρόμενος τούς τε ἡγεμόνας ἐκέλευεν ἐν παρασκευῇ τὸν στρατὸν ἔχειν, καὶ τοῖς φίλοις διηγεῖτο τὸν ὄνειρον ὡς ληψόμενος κατὰ κράτος τὴν πόλιν.

οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπείθοντο, Λυσιμάχῳ δὲ οὐκ ἤρεσκεν ἡ ὄψις, ἀλλʼ ἔφη δεδιέναι μή, καθάπερ τὰ βαλλόμενα τοῖς κεραυνοῖς ἀνέμβατα μένει χωρία, καὶ τῷ Πύρρῳ προσημαίνῃ τὸ θεῖον ἀνείσοδον ἔσεσθαι τὴν πόλιν. ὁ δὲ Πύρρος εἰπὼν ὅτι ταῦτα μέν ἐστι πυλαϊκῆς ὀχλαγωγίας καὶ ἀσοφίαν ἔχοντα πολλήν, ἐκεῖνο δὲ δεῖ τὰ ὅπλα διὰ χειρῶν ἔχοντας ὑποβάλλειν ἑαυτοῖς,

εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πύρρου,
ἐξανέστη καὶ προσῆγεν ἅμʼ ἡμέρᾳ τὸν στρατόν.

ἠμύνοντο δὲ προθυμίᾳ καὶ ἀρετῇ παρὰ δύναμιν οἱ Λακεδαιμόνιοι· καὶ παρῆσαν αἱ γυναῖκες

p.444
ὀρέγουσαι βέλη, καὶ σιτία καὶ ποτὸν τοῖς δεομένοις προσφέρουσαι, καὶ ἀναλαμβάνουσαι τούς τιτρωσκομένους. τήν τε τάφρον οἱ Μακεδόνες χοῦν ἐπειρῶντο, πολλὴν συμφοροῦντες ὕλην, ὑφʼ ἧς ὅπλα καὶ σώματα νεκρῶν ἐπιχεομένης ἀπεκρύπτετο.

καὶ πρὸς τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων ὤφθη παρὰ τὴν τάφρον καὶ τὰς ἁμάξας ὁ Πύρρος ἵππῳ βιαζόμενος εἰς τὴν πόλιν. κραυγῆς δὲ τῶν κατὰ τοῦτο τεταγμένων γενομένης καὶ δρόμου καὶ ὀλολυγμοῦ τῶν γυναικῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον ἐξήλατο Κρητικῷ βέλει πληγεὶς ὁ ἵππος ὑπὸ τὴν γαστέρα, καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον εἰς τόπους ὀλισθηροὺς καὶ

paris.1624.403
κατάντεις.

θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ χρώμενοι τοῖς βέλεσιν ἐξέωσαν ἅπαντας· ἐκ δὲ τούτου καὶ τὴν ἄλλην μάχην ἔπαυεν, οἰόμενος ἐνδώσειν τι τοὺς Λακεδαιμονίους σχεδὸν ἁπάντων κατατετρωμένων αὐτοῖς, πεπτωκότων δὲ πολλῶν, ἡ δ̓· ἀγαθὴ τύχη τῆς πόλεως, εἴτε πεῖραν ἀρετῆς λαμβάνουσα τῶν ἀνδρῶν, εἴθʼ ἑαυτῆς, ὅσην ἐν ἀπόροις ἔχει δύναμιν, ἀπόδειξιν διδοῦσα,

μοχθηρὰς ἤδη τῶν Λακεδαιμονίων ἐχόντων τὰς ἐλπίδας Ἀμεινίαν τε Φωκέα, τῶν Ἀντιγόνου στρατηγῶν, ἐκ Κορίνθου βοηθήσοντα παρεισήγαγε μετὰ ξένων, καὶ τοῦτον ἄρτι δεδεγμένων ὁ βασιλεὺς αὐτοῖς Ἄρευς ἧκεν ἐκ Κρήτης δισχιλίους στρατιώτας κομίζων, αἵ τε δὴ γυναῖκες εὐθὺς ἐπὶ τὰς οἰκίας

p.446
ἐσκεδάσθησαν, οὐδὲν ἔτι πολυπραγμονεῖν ἀξιοῦσαι τῶν πολεμικῶν, καὶ τοὺς παρʼ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπʼ ἀνάγκης γενομένους ἀφέντες αὑτοὺς ἐπὶ τὴν μάχην ἔταξαν.