Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

αὐτὸς μὲν οὖν ὁ Πύρρος ἐβιάζετο κατὰ στόμα τοῖς ὁπλίταις πρὸς ἀσπίδας πολλὰς τῶν Σπαρτιατῶν ἀντιπαρατεταγμένας, καὶ τάφρον οὐ περατὴν οὐδὲ βάσιν ἀσφαλῆ τοῖς μαχομένοις παρέχουσαν ὑπὸ χαυνότητος. ὁ δὲ παῖς Πτολεμαῖος, ἔχων δισχιλίους Γαλάτας καὶ Χαόνων λογάδας, ἐξελίξας τὴν τάφρον ἐπειρᾶτο κατὰ τὰς ἁμάξας ὑπερβαίνειν. αἱ δὲ ὑπὸ βάθους καὶ πυκνότητος οὐ μόνον τούτοις τὴν ἔφοδον, ἀλλὰ καὶ τοῖς Λακεδαιμονίοις δύσεργον ἐποίουν τὴν βοήθειαν.

ἀνασπώντων δὲ τῶν Γαλατῶν τοὺς τροχοὺς καὶ ὑποσυρόντων τὰς ἁμάξας εἰς τὸν ποταμόν, κατιδὼν τὸν κίνδυνον ὁ νεανίας Ἀκρότατος καὶ τὴν πόλιν διαδραμὼν μετὰ τριακοσίων περιῆλθε τὸν Πτολεμαῖον, οὐ συνορώμενος ὑπʼ· αὑτοῦ διά τινας συγκλινίας, ἕως προσέβαλε τοῖς ἐσχάτοις καὶ μεταβαλόντας ἠνάγκασε μάχεσθαι πρὸς ἑαυτόν, ὠθουμένους ὑπʼ ἀλλήλων εἴς τε τὴν τάφρον καὶ περὶ ταῖς ἁμάξαις πίπτοντας, ἄχρι οὗ φόνῳ πολλῷ μόλις ἀνεκόπησαν.

ἐθεῶντο δὲ οἵ τε πρεσβύτεροι καὶ τῶν γυναικῶν τὸ πλῆθος ἀριστεύοντα τὸν Ἀκρότατον. ἐπεὶ δὲ ἀπῄει πάλιν διὰ τῆς πόλεως ἐπὶ τὴν αὑτοῦ τάξιν αἵματος κατάπλεως καὶ γαῦρος, ὑπὸ τῆς νίκης ἐπηρμένος, καὶ μείζων ἔδοξε γεγονέναι καὶ καλλίων ταῖς Λακαίναις, καὶ τὴν Χιλωνίδα τοῦ ἔρωτος ἐζήλουν. τῶν δὲ πρεσβυτέρων τινὲς ἐπηκολούθουν βοῶντες· οἶχε, Ἀκρότατε, καὶ οἶφε τὰν Χιλωνίδα· μόνον παῖδας ἀγαθοὺς τᾷ Σπάρτᾳ ποίει.

κατὰ δὲ τὸν Πύρρον αὐτὸν ἰσχυρᾶς μάχης συνεστώσης ἄλλοι τε λαμπρῶς ἠγωνίζοντο, κὶα

p.442
Φύλλιος ἐπὶ πλεῖστον ἀντισχὼν καὶ πλείστους ἀποκτείνας τῶν βιαζομένων, ὡς ᾔσθετο τραυμάτων πλήθει παραλυόμενον ἑαυτόν, ἐκστάς τινι τῶν ἐπιτεταγμένων τῆς χώρας ἔπεσεν ἐντὸς τῶν ὅπλων, ὥστε μὴ γενέσθαι τὸν νεκρὸν ὑπὸ τοῖς πολεμίοις.