Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οἱ δὲ ἐπιφανέντες ἐκ τόπων ὀχυρῶν καὶ τὰ θηρία βάλλοντες ἠνάγκασαν ἀποστρέφεσθαι καὶ φυγῇ χωροῦντα διὰ τῶν συμμάχων ὀπίσω ταραχὴν ἀπεργάσασθαι καὶ σύγχυσιν, ἣ τὸ νίκημα παρέδωκε τοῖς Ῥωμαίοις, ἅμα δὲ καὶ τὸ κράτος τῆς ἡγεμονίας, καὶ γάρ φρόνημα καὶ δύναμιν καὶ δόξαν ὡς ἄμαχοι προσλαβόντες ἐκ τῆς ἀρετῆς ἐκείνης καὶ τῶν ἀγώνων Ἰταλίαν μὲν εὐθύς, ὀλίγῳ δὲ ὕστερον Σικελίαν κατέσχον.

οὕτω μὲν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ

paris.1624.400
Σικελικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους, καὶ τοῖς[*](τοῖς Coraës and Bekker have τοῖς μὲν, after Muretus.)
p.430
πράγμασιν ἐλαττωθείς, τὸ δὲ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας· καὶ νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθʼ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο ταῖς ἐλπίσιν ἀπολλύναι, διʼ ἔρωτα τῶν ἀπόντων οὐδὲν εἷς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας.

ὅθεν ἀπείκαζεν αὑτὸν ὁ Ἀντίγονος κυβευτῇ πολλὰ βάλλοντι καὶ καλά, χρῆσθαι δὲ οὐκ ἐπισταμένῳ τοῖς πεσοῦσι, κομίσας δὲ εἷς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δὴ οὐκ ἔχων ἐζήτει πόλεμον ᾧ θρέψει τὸ στράτευμα, καὶ τινων Γαλατῶν αὐτῷ προσγενομένων ἐνέβαλεν εἷς Μακεδονίαν Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ χρησόμενος.

ἐπεὶ δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον ὥρμησεν ἐπὶ τὸν Ἀντίγονον καὶ περὶ τὰ Στενὰ προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν, οἱ δὲ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι Γαλάται, συχνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν εὐρώστως· καὶ καρτερᾶς μάχης γενομένης τούτων μὲν οἱ πλεῖστοι κατεκόπησαν, οἱ δὲ τῶν ἐλεφάντων ἡγεμόνες ἐγκαταλαμβανόμενοι παρέδωκαν ἑαυτοὺς καὶ τὰ θηρία πάντα.

προσλαβὼν δὲ ὁ Πυρρος τηλικαῦτα, καὶ τῇ τύχῃ μᾶλλον ἢ τοῖς λογισμοῖς χρώμενος, ἐπῆγε τῇ φάλαγγι τῶν Μακεδόνων ἀναπεπλησμένῃ ταραχῆς καὶ φόβου διὰ τὴν ἧτταν. ὅθεν ἐμβολῆς μὲν ἔσχοντο καὶ

p.432
μάχης πρὸς αὐτόν, τὴν δὲ δεξιὰν προτείνων καὶ στρατηγοὺς καὶ ταξιάρχους ἀνακαλούμενος, ἅπαντας ὁμαλῶς ἀπέστησε τοὺς πεζοὺς τὸν Ἀντιγόνου.

κἀκεῖνος μὲν ὑποφεύγων ἅμα τῶν ἱππέων ὀλίγοις[*](τῶν ἱππέων ὀλίγοις supplied by Blass, in conformity with the translation of Amyot: ἅμα τῶν παραλίων.) τῶν παραλίων τινὰς πόλεων κατέσχεν, ὁ δὲ Πύρρος ἐν εὐτυχήμασι τοσούτοις μέγιστον αὐτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν λαφύρων ἀνέθηκεν εἷς τὸ ἱερὸν τῆς Ἰτωνίδος ʼ Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας

  1. τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ
  2. Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,
  3. πάντα τὸν Ἀντιγόνου καθελὼν στρατὸν οὐ μέγα
  4. θαῦμα·
  5. αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.

μετὰ τὴν μάχην δὲ εὐθὺς ἀνελάμβανε τὰς πόλεις, τῶν δὲ Αἰγαίων κρατήσας τά τε ἄλλα χαλεπῶς ἐχρήσατο τοῖς ἀνθρώποις, καὶ φρουρὰν Γαλατικὴν ἐν τῇ πόλει κατέλιπε τῶν μετʼ αὐτοῦ στρατευομένων, οἱ δὲ Γαλάται γένος ἀπληστότατον χρημάτων ὄντες ἐπέθεντο τῶν βασιλέων αὐτόθι κεκηδευμένων τοὺς τάφους ὀρύττειν, καὶ τὰ μὲν χρήματα διήρπασαν, τὰ δὲ ὀστᾶ πρὸς ὕβριν διέρριψαν.

τοῦτο κούφως ἔδοξε καὶ ὀλιγώρως ἐνεγκεῖν ὁ Πύρρος, ἢ διʼ ἀσχολίας τινὰς ὑπερθέμενος ἢ παρεὶς ὅλως διὰ φόβον τὸ κολάσαι τοὺς βαρβάρους· ὅθεν ἤκουσε κακῶς ὑπὸ τῶν Μακεδόνων. οὔπω δὲ τῶν πραγμάτων αὐτῷ βεβαιότητα καὶ σύστασιν ἐχόντων μόνιμον, ᾐωρεῖτο τῇ γνώμῃ

p.434
πάλιν πρὸς ἑτέρας ἐλπίδας, καὶ τὸν μὲν Ἀντίγονον ἐφυβρίζων ἀναίσχυντον ἐκάλει μὴ λαμβάνοντα θοἱμάτιον, ἀλλʼ ἔτι τὴν πορφύραν φοροῦντα. Κλεωνύμου δὲ τοῦ Σπαρτιάτου παραγενομένου καὶ καλοῦντος αὑτὸν ἐπὶ τὴν Λακεδαίμονα προθύμως ὑπήκουσεν.

ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικὸς οὔτʼ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλʼ Ἄρευς ἐβασίλευε. καὶ τοῦτο μὲν ἓν ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας· γυναῖκα δὲ καλὴν καὶ

paris.1624.401
γένους βασιλικοῦ Χιλωνίδα τὴν Λεωτυχίδου πρεσβύτερος ὢν ἔγημεν ὁ Κλεώνυμος. ἢ δὲ Ἀκροτάτῳ τῷ Ἄρεως ἐπιμανεῖσα, μειρακίῳ καθʼ ὥραν ἀκμάζοντι, λυπηρὸν ἐρῶντι τῷ Κλεωνύμῳ καὶ ἄδοξον ὁμοῦ παρεῖχε τὸν γάμον οὐδένα γὰρ ἐλάνθανε Σπαρτιατῶν καταφρονούμενος ὑπὸ τῆς γυναικός.

οὕτω δὲ τῶν κατʼ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων ὑπʼ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντακισχιλίους πεζούς, δισχιλίους δ’ ἱππεῖς, ἐλέφαντας δὲ εἰκοσιτέσσαρας, ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους πρεσβεύσαντας εἷς Μεγάλην πόλιν.