Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τῶν δὲ βαρβάρων συστάντων ἐπʼ αὐτὸν ἀποπλέοντα, Καρχηδονίοις μὲν ἐν τῷ πορθμῷ ναυμαχήσας ἀπέβαλε τῶν νεῶν πολλάς, ταῖς δ’

paris.1624.399
ἄλλαις κατέφυγε πρὸς τὴν Ἰταλίαν, Μαμερτῖνοι δὲ μυρίων οὐκ ἐλάττους προδιαβάντες ἀντιτάξασθαι μὲν ἐφοβήθησαν, ἐν δὲ ταῖς δυσχωρίαις ἐπιτιθέμενοι καὶ προσπίπτοντες ἅπαν τὸ στράτευμα συνετάραξαν. ἔπεσε δὲ δύο θηρία καὶ συχνοὶ τῶν ὀπισθοφυλακούντων ἀπέθνῃσκον.

αὐτὸς οὖν ἀπὸ τοῦ στόματος παρελάσας ἠμύνετο καὶ διεκινδύνευε πρὸς ἄνδρας ἠσκημένους μάχεσθαι καὶ θυμοειδεῖς. πληγεὶς δὲ τὴν κεφαλὴν ξίφει καὶ μικρὸν ἐκ τῶν μαχομένων ἀποστὰς ἔτι μᾶλλον ἐπῆρε τοὺς πολεμίους. εἷς δὲ καὶ πολὺ πρὸ τῶν ἄλλων ἐπιδραμών, ἀνήρ τῷ τε σώματι μέγας καὶ τοῖς ὅπλοις λαμπρός, ἐχρῆτο τῇ φωνῇ θρασυτέρᾳ καὶ προελθεῖν ἐκέλευεν αὐτόν, εἰ ζῇ.

παροξυνθεὶς δὲ ὁ Πύρρος ἐπέστρεψε βίᾳ τῶν ὑπασπιστῶν, καὶ

p.426
μετʼ ὀργῆς αἵματι πεφυρμένος καὶ δεινὸς ὀφθῆναι τὸ πρόσωπον ὠσάμενος διʼ αὐτῶν καὶ φθάσας τὸν βάρβαρον ἔπληξε κατὰ τῆς κεφαλῆς τῷ ξίφει πληγὴν ῥώμῃ τε τῆς χειρὸς ἅμα καὶ βαφῆς ἀρετῇ τοῦ σιδήρου μέχρι τῶν κάτω διαδραμοῦσαν, ὥστε ἑνὶ χρόνῳ περιπεσεῖν ἑκατέρωσε τὰ μέρη τοῦ σώματος διχοτομηθέντος.

τοῦτο τοὺς βαρβάρους ἐπέσχε τοῦ πρόσω χωρεῖν, ὥς τινα τῶν κρειττόνων θαυμάσαντας καὶ καταπλαγέντας τὸν Πύρρον. ὁ δὲ τὴν ἄλλην ὁδὸν ἀδεῶς διεξελθὼν ἧκεν εἷς Τάραντα, δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς κομίζων. ἀναλαβὼν δὲ τῶν Ταραντίνων τοὺς κρατίστους, εὐθὺς ἐπὶ Ῥωμαίους ἦγεν ἐν τῇ Σαυνίτιδι στρατοπεδεύοντας.