Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τῶν δὲ περὶ Μεσσήνην βαρβάρων, Μαμερτίνων δὲ καλουμένων, πολλὰ τοῖς Ἕλλησιν ἐνοχλούντων, ἐνίους δὲ καὶ φόρου πεποιημένων ὑποτελεῖς, πολλῶν δὲ καὶ μαχίμων ὄντων, διὸ καὶ προσηγορεύθησαν Ἀρήιοι γλώσσῃ τῇ Λατίνων, τοὺς μὲν φορολόγους συλλαβὼν ἀπέκτεινεν, αὐτοὺς δὲ νικήσας μάχῃ πολλὰ τῶν φρουρίων ἐξέκοψε.

Καρχηδονίοις δὲ συμβατικῶς ἔχουσι, καὶ χρήματα βουλομένοις τελεῖν, εἰ γένοιτο φιλία, καὶ ναῦς ἀποστέλλειν, ἀπεκρίνατο πλειόνων ἐφιέμενος μίαν εἶναι διάλυσιν καὶ φιλίαν πρὸς αὐτούς, εἰ πᾶσαν ἐκλιπόντες Σικελίαν ὅρῳ χρῷντο τῇ Λιβυκῇ θαλάσσῃ πρὸς τοὺς Ἕλληνας.

εὐτυχίᾳ δὲ καὶ ῥώμῃ τῶν παρόντων ἐπαιρόμενος, καὶ διώκων τὰς ἐλπίδας ἐφʼ αἷς ἀπʼ ἀρχῆς ἔπλευσε, πρώτης δὲ Λιβύης ἐφιέμενος καὶ ναῦς ἔχων πολλὰς

p.422
πληρωμάτων ἐπιδεεῖς ἤγειρεν ἐρέτας, οὐκ ἐπιεικῶς ἐντυγχάνων οὐδὲ πράως ταῖς πόλεσιν, ἀλλὰ δεσποτικῶς καὶ πρὸς ὀργὴν βιαζόμενος καὶ κολάζων, οὐκ εὐθὺς ὢν οὐδὲ ἐν ἀρχῇ τοιοῦτος, ἀλλὰ καὶ μᾶλλον ἑτέρων τῷ πρὸς χάριν ὁμιλεῖν καὶ πάντα πιστεύειν καὶ μηδὲν ἐνοχλεῖν ὑπαγόμενος, εἶτα γινόμενος ἐκ δημαγωγοῦ τύραννος ἀχαριστίας τῇ χαλεπότητι καὶ ἀπιστίας προσωφλίσκανε δόξαν.

οὐ μὴν ἀλλὰ ταῦτα μὲν ὡς ἀναγκαῖα συνεχώρουν, καίπερ δυσφοροῦντες· ἐπεὶ δὲ Θοίνωνα καὶ Σωσίστρατον, ἄνδρας ἡγεμονικοὺς ἐν Συρακούσαις, οἳ πρῶτοι μὲν αὐτὸν ἐλθεῖν ἔπεισαν εἰς Σικελίαν, ἐλθόντι δὲ τὴν πόλιν εὐθὺς ἐνεχείρισαν καὶ πλεῖστα συγκατειργάσαντο τῶν Σικελικῶν, μήτε ἄγειν σὺν αὑτῷ μήτε ἀπολείπειν βουλόμενος ἐν ὑποψίαις εἶχε, καὶ Σωσίστρατος μὲν ἀπέστη φοβηθείς,

Θοίνωνα δὲ τὰ αὐτὰ φρονεῖν αἰτιασάμενος ἀπέκτεινεν, οὐ κατὰ μικρὸν οὐδὲ καθʼ ἓν αὐτῷ μεθίστατο τῶν πραγμάτων, ἀλλὰ δεινοῦ τινος μίσους ἐγγενομένου ταῖς πόλεσι πρὸς αὐτὸν αἱ μὲν προσετίθεντο Καρχηδονίοις, αἱ δὲ ἐπήγοντο Μαμερτίνους. ἀποστάσεις δὲ ὁρῶν ἅπαντα καὶ νεωτερισμοὺς καὶ σύστασιν ἰσχυρὰν ἐφʼ αὑτόν, ἐδέξατο γράμματα Σαυνιτῶν καὶ Ταραντίνων μόλις ἀντεχόντων ταῖς πόλεσιν αὐταῖς πρὸς τὸν

p.424
πόλεμον, εἰργομένων δὲ τῆς χώρας ἁπάσης καὶ δεομένων βοηθεῖν.

τοῦτο δὲ ἦν εὐπρέπεια μὴ φυγὴν εἶναι μηδὲ ἀπόγνωσιν τὸν ἀπόπλουν τῶν αὐτόθι πραγμάτων τὸ δὲ ἀληθὲς οὐ δυνάμενος κρατεῖν Σικελίας ὥσπερ νεὼς ταραχθείσης, ἀλλʼ ἔκβασιν ζητῶν, αὖθις ἔρριψεν ἑαυτὸν εἰς Ἰταλίαν. λέγεται δ’ ἀπαλλαττόμενος ἤδη πρὸς τὴν νῆσον ἀπιδὼν εἰπεῖν τοῖς περὶ αὐτὸν οἵαν ἀπολείπομεν, ὦ φίλοι, Καρχηδονίοις καὶ Ῥωμαίοις παλαίστραν. καὶ τοῦτο μέν, ὥσπερ εἰκάσθη, μετʼ οὐ πολὺν χρόνον ἐγένετο.