Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ δὲ αὐτόθεν καταστάς, πρότερον μέν, ἔφη, τὴν περὶ τὰ ὄμματα τύχην ἀνιαρῶς ἔφερον, ὦ Ῥωμαῖοι, νῦν δὲ ἄχθομαι πρὸς τῷ τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν, ἀλλʼ ἀκούων αἰσχρὰ βουλεύματα καὶ δόγματα ὑμῶν ἀνατρέ ποντα τῆς Ῥώμης τὸ κλέος, ποῦ γὰρ ὑμῶν ὁ πρός ἅπαντας ἀνθρώπους θρυλούμενος ἀεὶ λόγος,

paris.1624.395
ὡς, εἰ παρῆν ἐκεῖνος εἰς Ἰταλίαν ὁ μέγας Ἀλέξανδρος καὶ συνηνέχθη νέοις ἡμῖν καὶ τοῖς πατράσιν ἡμῶν ἀκμάζουσιν, οὐκ ἂν ὑμνεῖτο νῦν ἀνίκητος, ἀλλʼ ἢ φυγὼν ἂν ἤ ποῦ πεσὼν ἐνταῦθα τὴν Ῥώμην ἐνδοξοτέραν ἀπέλιπε;

ταῦτα μέντοι κενὴν ἀλαζονείαν καὶ κόμπον ἀποδείκνυτε, Χάονας καὶ Μολοσσούς, τὴν ἀεὶ Μακεδόνων λείαν, δεδιότες, καὶ τρέμοντες Πύρρον, ὃς τῶν Ἀλεξάνδρου δορυφόρων ἕνα γοῦν ἀεὶ περιέπων καὶ θεραπεύων διατετέλεκε, καὶ νῦν οὐ βοηθῶν τοῖς ἐνταῦθα μᾶλλον Ἕλλησιν ἢ φεύγων τοὺς ἐκεῖ πολεμίους πλανᾶται περὶ τὴν Ἰταλίαν, ἐπαγγελλόμενος ἡμῖν τὴν ἡγεμονίαν ἀπὸ ταύτης τῆς δυνάμεως ἣ μέρος μικρὸν αὐτῷ Μακεδονίας οὐκ ἤρκεσε διαφυλάξαι.

μὴ τοῦτον οὖν ἀπαλλάξειν νομίζετε ποιησάμενοι φίλον, ἀλλὰ ἐκείνους ἐπάξεσθαι καταφρονήσαντας ὑμῶν ὡς πᾶσιν εὐκατεργάστων, εἰ Πύρρος ἄπεισι μὴ δοὺς δίκην ὧν

p.406
ὕβρισεν, ἀλλὰ καὶ προσλαβὼν μισθὸν τό[*](τὸ with Blass: τοῦ.) ἐπεγγελάσαι Ῥωμαίοις Ταραντίνους καὶ Σαυνίτας.τοιαῦτα τοῦ Ἀππίου διαλεχθέντος ὁρμὴ παρέστη πρὸς τὸν πόλεμον αὐτοῖς, καὶ τὸν Κινέαν ἀποπέμπουσιν ἀποκρινάμενοι Πύρρον ἐξελθόντα τῆς Ἰταλίας,

οὕτως, εἰ δέοιτο, περὶ φιλίας καὶ συμμαχίας διαλέγεσθαι, μέχρι δὲ οὗ πάρεστιν ἐν ὅπλοις, πολεμήσειν αὐτῷ Ῥωμαίους κατὰ κράτος κἂν μυρίους ἔτι Λαιβίνους τρέψηται μαχόμενος, λέγεται δὲ Κινέαν, ἐν ᾧ ταῦτα ἔπραττεν, ἅμα ποιησάμενον ἔργον καὶ σπουδάσαντα τῶν τε βίων γενέσθαι θεατὴν καὶ τῆς πολιτείας τὴν ἀρετὴν κατανοῆσαι,

καὶ διὰ λόγων ἐλθόντα τοῖς ἀρίστοις τά τε ἄλλα τῷ Πύρρῳ φράσαι, καὶ εἰπεῖν ὡς ἡ σύγκλητος αὐτῷ βασιλέων πολλῶν συνέδριον φανείη, περὶ δὲ τοῦ πλήθους δεδιέναι, μὴ πρός τινα φανῶσι Λερναίαν ὕδραν μαχόμενοι· διπλασίους γάρ ἤδη τῷ ὑπάτῳ τῶν παρατεταγμένων πρότερον ἠθροῖσθαι, καὶ πολλάκις εἶναι τοσούτους ἔτι τῶν Ῥωμαίων ὅπλα φέρειν δυναμένους.

ἐκ τούτου πρέσβεις ἀφίκοντο περὶ τῶν αἰχμαλώτων οἱ περὶ Γάιον Φαβρίκιον, οὗ πλεῖστον ἔφη Ῥωμαίους λόγον ἔχειν ὁ Κινέας ὡς ἀνδρὸς ἀγαθοῦ καὶ πολεμικοῦ, πένητος δὲ ἰσχυρῶς τοῦτον οὖν ὁ Πύρρος ἰδίᾳ φιλοφρονούμενος ἔπειθε λαβεῖν χρυσίον, ἐπʼ οὐδενὶ δῆθεν αἰσχρῷ, φιλίας δέ τι καὶ ξενίας ἐπονομάζων τοῦτο σύμβολον.

ἀπωσαμένου δὲ τοῦ Φαβρικίου τότε μὲν

p.408
ἡσύχασε, τῇ δ’ ὑστεραίᾳ βουλόμενος αὐτὸν ἐκπλῆξαι μήπω θεατὴν ἐλέφαντος γεγενημένον, ἐκέλευσε τῶν θηρίων τὸ μέγιστον ἐξόπισθεν αὐτοῖς παραστῆσαι κοινολογουμένοις, αὐλαίαν παρατείναντας. ἐγένετο δὴ ταῦτα· καὶ σημείου δοθέντος ἡ μὲν αὐλαία παρήχθη, τὸ δὲ θηρίον ἄφνω τήν τε προνομαίαν ἀράμενον ὑπερέσχε τῆς κεφαλῆς τοῦ Φαβρικίου καὶ φωνὴν ἀφῆκε φοβερὰν καὶ τραχεῖαν.

ὁ δὲ ἠρέμα μεταστραφεὶς καὶ διαμειδιάσας πρὸς τὸν Πύρρον εἶπεν· οὔτε χθὲς με τὸ χρυσίον ἐκίνησεν οὔτε σήμερον τὸ θηρίον ἐν δὲ τῷ δείπνῳ λόγων παντοδαπῶν γενομένων, πλείστων δὲ περὶ τῆς Ἑλλάδος καὶ τῶν φιλοσοφούντων, ἔτυχέ πως ὁ Κινέας ἐπιμνησθεὶς τοῦ Ἐπικούρου, καὶ διῆλθεν ἃ λέγουσι περὶ θεῶν καὶ πολιτείας καὶ τέλους, τὸ μὲν ἐν ἡδονῇ τιθέμενοι, πολιτείαν δὲ φεύγοντες ὡς βλάβην καὶ σύγχυσιν τοῦ μακαρίου, τὸ δὲ θεῖον ἀπωτάτω χάριτος καὶ ὀργῆς καὶ τοῦ μέλειν ἡμῶν εἰς ἀπράγμονα βίον καὶ μεστὸν εὐπαθειῶν ἀποικίζοντες.

ἔτι δὲ αὐτοῦ λέγοντος ἀνακραγὼν ὁ Φαβρίκιος, ὦ Ἡράκλεις, εἶπε, Πύρρῳ τὰ δόγματα μέλοι ταῦτα καὶ Σαυνίταις, ἕως πολεμοῦσι πρὸς ἡμᾶς. οὕτω δὴ θαυμάσας τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὸ ἦθος ὁ Πύρρος ἔτι μᾶλλον ὠρέγετο φιλίαν ἀντὶ πολέμου πρὸς τὴν πόλιν αὐτῷ γενέσθαι·

paris.1624.396
κἀκεῖνον ἰδίᾳ παρεκάλει ποιησάμενον τὰς διαλύσεις ἕπεσθαι καὶ συζῆν μετʼ αὐτοῦ, πρῶτον ὄντα πάντων τῶν ἑταίρων καὶ τῶν στρατηγῶν, ὁ δὲ ἡσυχῇ λέγεται πρὸς αὐτὸν εἰπεῖν, ἀλλʼ οὐδὲ
p.410
σοὶ τοῦτο, βασιλεῦ, λυσιτελές ἐστιν αὐτοὶ γὰρ οἱ νῦν σε τιμῶντες καὶ θαυμάζοντες, ἂν ἐμοῦ πεῖραν λάβωσιν, ὑπʼ ἐμοῦ μᾶλλον ἐθελήσουσιν ἢ σοῦ βασιλεύεσθαι. τοιοῦτος μὲν ὁ Φαβρίκιος.

ὁ δὲ Πύρρος οὐ πρὸς ὀργὴν οὐδὲ τυραννικῶς ἐδέξατο τὸν λόγον, ἀλλὰ καὶ τοῖς φίλοις ἀπήγγειλε τοῦ Φαβρικίου τὴν μεγαλοφροσύνην, καὶ τοὺς αἰχμαλώτους ἐκείνῳ μόνῳ διεπίστευσεν, ὅπως, εἰ μὴ ψηφίσαιτο τὴν εἰρήνην ἡ σύγκλητος, ἀσπασάμενοι τοὺς προσήκοντας καὶ τὰ Κρόνια διεορτάσαντες ἀποπεμφθεῖεν πάλιν πρὸς αὐτόν, καὶ ἀπεπέμφθησαν μετὰ τὴν ἑορτήν, τῷ ὑπολειφθέντι τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης.