Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Ῥωμαῖοι δὲ Λαιβῖνον μὲν οὐκ ἀπήλλαξαν τῆς ἀρχῆς, καίτοι λέγεται Γάιον Φαβρίκιον εἰπεῖν ὡς οὐκ Ἠπειρῶται Ῥωμαίους, ἀλλὰ Πύρρος νενικήκοι Λαιβῖνον, οἰόμενον οὐ τῆς δυνάμεως, ἀλλὰ τῆς στρατηγίας γεγονέναι τὴν ἧτταν ἀναπληροῦντες δὲ τὰς τάξεις καὶ συντάττοντες ἑτέρας προθύμως, καὶ λόγους ἀδεεῖς καὶ σοβαροὺς περὶ τοῦ πολέμου λέγοντες, ἔκπληξιν τῷ Πύρρῳ παρεῖχον.

ἔδοξεν οὖν αὐτῷ πέμψαντι πρότερον

p.402
διάπειραν λαβεῖν τῶν ἀνδρῶν, εἰ συμβατικῶς ἔχοιεν, ἡγουμένῳ τὸ μὲν ἑλεῖν τὴν πόλιν καὶ κρατῆσαι παντάπασιν οὐ μικρὸν ἔργον οὐδὲ τῆς παρούσης δυνάμεως εἶναι, τὴν δὲ φιλίαν καὶ τὰς διαλύσεις κάλλιστα ἔχειν πρὸς δόξαν αὐτῷ μετὰ νίκην. πεμφθεὶς οὖν ὁ Κινέας ἐνετύγχανε τοῖς δυνατοῖς, καὶ δῶρα παισὶν αὐτῶν καὶ γυναιξὶν ἔπεμψε παρὰ τοῦ βασιλέως.

ἔλαβε δὲ οὐδείς, ἀλλʼ ἀπεκρίναντο πάντες καὶ πᾶσαι ὅτι δημοσίᾳ σπονδῶν γενομένων καὶ τὰ παρʼ αὐτῶν ὑπάρξει πρόθυμα τῷ βασιλεῖ καὶ κεχαρισμένα. πρὸς δὲ τὴν σύγκλητον ἐπαγωγὰ τοῦ Κινέου πολλὰ καὶ φιλάνθρωπα διαλεχθέντος, ἄσμενοι μὲν οὐδὲν οὐδὲ ἑτοίμως ἐδέχοντο, καίπερ ἄνδρας τε τοὺς ἡλωκότας ἐν τῇ μάχῃ δίχα λύτρων ἀφιέντος αὐτοῖς τοῦ Πύρρου καὶ συγκατεργάσασθαι τὴν Ἰταλίαν ἐπαγγελλομένου,

φιλίαν δὲ ἀντὶ τούτων ἑαυτῷ καὶ τοῖς Ταραντίνοις ἄδειαν, ἕτερον δὲ μηδὲν αἰτουμένου. δῆλοί γε μὴν ἦσαν ἐνδιδόντες οἱ πολλοὶ πρὸς τὴν εἰρήνην, ἡττημένοι τε μεγάλῃ μάχῃ καὶ προσδοκῶντες ἑτέραν ἀπὸ μείζονος δυνάμεως, τῶν Ἰταλικῶν τῷ Πύρρῳ προσγεγονότων.

ἔνθα δὴ Κλαύδιος Ἄππιος, ἀνὴρ ἐπιφανής, ὑπὸ δὲ γήρως ἅμα καὶ πηρώσεως ὀμμάτων ἀπειρη κὼς πρὸς τὴν πολιτείαν καὶ πεπαυμένος, ἀπαγγελλομένων τότε τῶν παρὰ τοῦ βασιλέως καὶ λόγου κατασχόντος ὡς μέλλει ψηφίζεσθαι τὰς διαλύσεις ἡ σύγκλητος, οὐκ ἐκαρτέρησεν, ἀλλὰ τοὺς θεράποντας ἄρασθαι κελεύσας αὑτόν ἐκομίζετο πρὸς τὸ βουλευτήριον ἐν φορείῳ διʼ ἀγορᾶς.

γενόμενον δὲ πρὸς ταῖς θύραις οἱ μὲν παῖδες ἅμα τοῖς γαμβροῖς ὑπολαβόντες καὶ περισχόντες

p.404
εἰσῆγον, ἡ δὲ βουλὴ σιωπὴν αἰδουμένη τὸν ἄνδρα μετὰ τιμῆς ἔσχεν.