Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τοῦτο δὲ ἐδίδαξε τὸν Πύρρον μᾶλλον φυλάττεσθαι· καὶ τοὺς ἱππεῖς ὁρῶν ἐνδιδόντας μετεπέμπετο τὴν φάλαγγα καὶ παρέταττεν, αὐτὸς δὲ τὴν χλαμύδα καὶ τὰ ὅπλα παραδοὺς ἑνὶ τῶν ἑταίρων Μεγακλεῖ, τοῖς δὲ ἐκείνου τρόπον τινὰ κατακρύψας ἑαυτόν ἐπῆγε τοῖς Ῥωμαίοις. δεξαμένων δὲ ἐκείνων καὶ συμβαλόντων χρόνον τε πολὺν εἱστήκει τὰ τῆς μάχης ἄκριτα, καὶ τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι.

καὶ γὰρ ἡ διάμειψις τῶν ὅπλων ἐν καιρῷ πρὸς σωτηρίαν αὐτοῦ γεγονυῖα τοῦ βασιλέως ὀλίγον ἐδέησεν ἀνατρέψαι τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην. πολλῶν γάρ ἐφιεμένων τοῦ Μεγακλέους, ὁ πρῶτος πατάξας καὶ καταβαλὼν αὐτόν, ὄνομα Δεξόος, ἀφαρπάσας τὸ κράνος καὶ τὴν χλαμύδα τῷ Λαιβίνῳ προσίππευσεν ἀναδεικνύων ἅμα καὶ βοῶν ἀνῃρηκέναι τὸν Πύρρον.

ἦν οὖν παρὰ τὰς τάξεις τῶν λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων τοῖς τε Ῥωμαίοις χαρὰ μετʼ ἀλαλαγμοῦ καὶ τοῖς Ἕλλησιν ἀθυμία καὶ κατάπληξις, ἄχρι οὗ μαθὼν ὁ Πύρρος τὸ γινόμενον παρήλαυνε γυμνῷ τῷ

paris.1624.394
προσώπῳ τήν τε δεξιὰν ὀρέγων τοῖς μαχομένοις καὶ τῇ φωνῇ σημαίνων ἑαυτόν, τέλος δὲ τῶν
p.400
θηρίων ἐκβιαζομένων μάλιστα τοὺς Ῥωμαίους, καὶ τῶν ἵππων, πρὶν ἐγγὺς γενέσθαι, δυσανασχετούντων καὶ παραφερόντων τοὺς ἐπιβάτας, ἐπαγαγὼν τὴν Θετταλικὴν ἵππον αὐτοῖς ταρασσομένοις ἐτρέψατο πολλῷ φόνῳ.

Διονύσιος μὲν οὖν ὀλίγῳ τῶν πεντακισχιλίων καὶ μυρίων ἐλάσσονας πεσεῖν ἱστορεῖ Ῥωμαίων, Ἱερώνυμος δὲ μόνους ἑπτακισχιλίους, τῶν δὲ περὶ Πύρρον ὁ μὲν Διονύσιος μυρίους καὶ τρισχιλίους, ὁ δὲ Ἱερώνυμος ἐλάττονας τῶν τετρακισχιλίων· κράτιστοι δὲ ἦσαν οὗτοι· καὶ τῶν φίλων ὁ Πύρρος καὶ τῶν στρατηγῶν οἷς μάλιστα χρώμενος διετέλει καὶ πιστεύων ἀπέβαλεν.

οὐ μὴν ἀλλὰ καὶ τὸ στρατόπεδον ἔλαβε τῶν Ῥωμαίων ἐκλιπόντων, καὶ πόλεις συμμαχίδας αὐτῶν προσηγάγετο, καὶ χώραν πολλὴν διεπόρθησε, καὶ προῆλθεν ὅσον μὴ πλέον σταδίων τριακοσίων ἀποσχεῖν τῆς Ῥώμης. ἀφίκοντο δὲ αὐτῷ Λευ κανῶν τε πολλοὶ καὶ Σαυνιτῶν μετὰ τὴν μάχην, οὓς ἐμέμψατο μὲν ὑστερήσαντας, ἦν δὲ δῆλος ἡδόμενος καὶ μέγα φρονῶν ὅτι μόνοις τοῖς μετʼ αὐτοῦ καὶ Ταραντίνοις ἐκράτησε τῆς μεγάλης Ῥωμαίων δυνάμεως.