Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ βιασθεὶς αὐτὸς μὲν ἀρετῇ καὶ προθυμίᾳ ναυτῶν καὶ κυβερνητῶν ἐξανέφερε καὶ προσανῆγε τῇ γῇ πολυπόνως καὶ παραβόλως, τοῦ δὲ ἄλλου στόλου συγχυθέντος καὶ τῶν νεῶν σκεδασθεισῶν αἱ μὲν ἀποσφαλεῖσαι τῆς Ἰταλίας ἐξεώσθησαν εἰς τὸ Λιβυκὸν καὶ Σικελικὸν πέλαγος, τὰς δὲ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυγίαν νύξ τε κατελάμβανε, καὶ πολλὴ καὶ χαλεπὴ θάλασσα παίουσα πρὸς χωρία δύσορμα καὶ τυφλὰ πάσας διέφθειρε πλὴν τῆς βασιλικῆς.

αὕτη δὲ πλαγίου[*](πλαγίου with Sintenis1, Blass, and the MSS.: πελαγίου.) μὲν ἔτι ὄντος τοῦ κύματος ἠμύνετο καὶ διέφευγε μεγέθει καὶ ῥώμῃ τὰς ἐπιβολὰς τῆς θαλάσσης· ἐπεὶ δὲ περιελθὸν ἀπὸ γῆς ἀπήντα τὸ πνεῦμα καὶ κίνδυνον εἶχεν ἡ ναῦς ἀντίπρῳρος ἱσταμένη πρὸς κλύδωνα πολὺν διαρραγῆναι, τὸ δὲ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι φοβερώτερον ἐφαίνετο τῶν παρόντων κακῶν, ἄρας ὁ Πύρρος αὑτὸν ἀφῆκεν εἰς θάλασσαν,

καὶ τῶν φίλων καὶ τῶν δορυφόρων εὐθὺς ἦν ἅμιλλα καὶ προθυμίᾳ περὶ αὐτόν. ἡ δὲ νύξ καὶ τὸ κῦμα μετὰ ψόφου μεγάλου καὶ τραχείας ἀνακοπῆς χαλεπὴν ἐποίει τὴν βοήθειαν, ὥστε μόλις ἡμέρας ἤδη

p.392
μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὑτὸν ἐπὶ τὴν γῆν, τῷ μὲν σώματι παντάπασιν ἀδυνάτως ἔχοντα, τόλμῃ δὲ καὶ ῥώμῃ τῆς ψυχῆς ἀνταίροντα πρὸς τὴν ἀπορίαν.

ἅμα δὲ οἵ τε Μεσσάπιοι, καθʼ οὓς ἐξεβράσθη, συνέθεον βοηθοῦντες ἐκ τῶν παρόντων προθύμως, καὶ προσεφέροντο τῶν σῳζομένων ἔνιαι νεῶν, ἐν αἷς ἦσαν ἱππεῖς μὲν ὀλίγοι παντάπασι πεζοὶ δὲ δισχιλίων ἐλάττους, ἐλέφαντες δὲ δύο.

τούτους ἀναλαβὼν ὁ Πύρρος ἐβάδιζεν εἰς Τάραντα. καὶ τοῦ Κινέου προαγαγόντος εἰς ἀπάντησιν, ὡς ᾔσθετο, τοὺς στρατιώτας, παρελθὼν οὐδὲν ἀκόντων οὐδὲ πρὸς βίαν ἔπραττε τῶν Ταραντίνων, ἕως ἀνεσώθησαν αἱ νῆες ἐκ τῆς θαλάττης καὶ συνῆλθεν ἡ πλείστη τῆς δυνάμεως.