Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ πολεμοῦσι μὲν ἀεί, τὸ ἐπιβουλεύειν καὶ φθονεῖν ἔμφυτον ἔχοντες, δυεῖν δὲ ὀνομάτων, ὥσπερ νομισμάτων, πολέμου καὶ εἰρήνης, τῷ παρατυχόντι χρῶνται πρὸς τὸ συμφέρον, οὐ πρὸς τὸ δίκαιον, ἐπεὶ βελτίους γε πολεμεῖν ὁμολογοῦντές εἰσιν ἢ τῆς ἀδικίας τὸ ἀργοῦν καὶ σχολάζον δικαιοσύνην καὶ φιλίαν ὀνομάζοντες.

ἐδήλωσε δὲ ὁ Πύρρος· ἐμποδὼν γάρ αὐξομένῳ τῷ Δημητρίῳ πάλιν ἱστάμενος, καὶ κωλύων τὴν δύναμιν ὥσπερ ἐξ ἀρρωστίας μεγάλης ἀναλαμβάνουσαν, ἐβοήθει τοῖς Ἕλλησι καὶ παρῆλθεν εἰς τὰς Ἀθήνας, ἀναβὰς δὲ εἰς τὴν ἀκρόπολιν καὶ θύσας τῇ θεῷ καὶ καταβὰς αὐθημερὸν ἀγαπᾶν μὲν ἔφησε τοῦ δήμου τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν, ἂν μέντοι σωφρονῶσι μηδένα τῶν βασιλέων ἔτι παρήσειν αὐτοὺς εἰς τὴν πόλιν μηδὲ τὰς πύλας ἀνοίξειν·

ἐκ τούτου καὶ πρὸς Δημήτριον εἰρήνην ἐποιήσατο, καὶ μετʼ ὀλίγον χρόνον, εἰς Ἀσίαν

paris.1624.390
p.380
ἀπάραντος αὐτοῦ, πάλιν πεισθεὶς ὑπὸ Λυσιμάχου Θετταλίαν ἀφίστη καὶ ταῖς Ἑλληνικαῖς φρουραῖς προσεπολέμει, βελτίοσι χρώμενος τοῖς Μακεδόσι στρατευομένοις ἢ σχολάζουσι, καὶ ὅλως αὐτὸς οὐκ ἐν πρὸς ἡσυχίαν πεφυκώς. τέλος δὲ Δημητρίου καταπολεμηθέντος ἐν Συρίᾳ Λυσίμαχος ἐπʼ ἀδείας γενόμενος καὶ σχολάζων εὐθὺς ἐπὶ τὸν Πύρρον ὥρμησε.

καὶ καθημένου περὶ τὴν Ἔδεσσαν αὐτοῦ ταῖς ἀγοραῖς κομιζομέναις ἐπιπεσὼν καὶ κρατήσας ἀπορίαν πρῶτον αὐτῷ περιέστησεν, εἶτα γράμμασι καὶ λόγοις διέφθειρε τοὺς πρώτους τῶν Μακεδόνων, ὀνειδίζων εἰ ξένον ἄνδρα καὶ προγόνων ἀεὶ δεδουλευκότων Μακεδόσι δεσπότην ἑλόμενοι τοὺς Ἀλεξάνδρου φίλους καὶ συνήθεις ἀπωθοῦσι Μακεδονίας.