Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐ μὴν ὅτι ῥᾳδίως καὶ ταχὺ τὸν Πύρρον ἐξέβαλε τῆς χώρας ὁ Δημήτριος ἠμέλησεν, ἐγνωκὼς δὲ μεγάλων πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὴν πατρῴαν ἀρχὴν ἀνακτᾶσθαι δέκα μυριάσι στρατοῦ καὶ ναυσὶ πεντακοσίαις οὐκ ἐβούλετο τῷ Πύρρῳ προσπταῖσαι, οὐδὲ ἀπολιπεῖν Μακεδόσι πάροικον ἐργώδη καὶ χαλεπόν, ἀλλʼ, ἐπεὶ μὴ ἐσχόλαζε πολεμεῖν πρὸς αὐτόν, διαλυθεὶς καὶ θέμενος εἰρήνην οὕτως ἐπὶ τοὺς ἄλλους βασιλεῖς τραπέσθαι.

γενομένων δὲ διὰ ταῦτα τῶν ὁμολογιῶν, καὶ τῆς γνώμης ἅμα τῷ μεγέθει τῆς παρασκευῆς ἐκφανείσης τοῦ Δημητρίου, φοβηθέντες οἱ βασιλεῖς διεπέμποντο πρὸς τὸν Πύρρον ἀγγέλους καὶ γράμματα, θαυμάζειν φάσκοντες εἰ τὸν αὑτοῦ προέμενος καιρόν, ἐν τῷ Δημητρίου πολεμῆσαι περιμένει, καὶ δυνάμενος Μακεδονίας ἐκβαλεῖν αὐτὸν πολλὰ πράττοντα καὶ ταραττόμενον, ἐκδέχεται καὶ σχολάζοντι καὶ μεγάλῳ γενομένῳ περὶ τῶν ἐν Μολοσσοῖς ἱερῶν καὶ τάφων διαγωνίσασθαι, καὶ ταῦτα Κέρκυραν ἔναγχος ἀφῃρημένος ὑπʼ αὐτοῦ μετὰ τῆς γυναικός.

ἡ γάρ Λάνασσα μεμψαμένη τὸν Πύρρον ὡς μᾶλλον προσέχοντα ταῖς βαρβάροις γυναιξίν εἰς Κέρκυραν ἀπεχώρησε, καὶ δεομένη γάμων βασιλικῶν ἐκάλει Δημήτριον, ἐπισταμένη μάλιστα τῶν βασιλέων εὐκόλως ἔχοντα πρὸς γάμους γυναικῶν, ἐκεῖνος δὲ πλεύσας τῇ τε Λανάσσῃ συνῆλθε καὶ φρουρὰν ἐν τῇ πόλει κατέλιπε.

p.374

ταῦτα πρὸς τὸν Πύρρον οἱ βασιλεῖς γράφοντες ἅμα καὶ διʼ ἑαυτῶν ἔτι μέλλοντα καὶ παρασκευαζόμενον τὸν Δημήτριον ἐκίνουν. Πτολεμαῖος μὲν γὰρ ἐπιπλεύσας μεγάλῳ στόλῳ τὰς Ἑλληνίδας ἀφίστη πόλεις, Λυσίμαχος δὲ τὴν ἄνω Μακεδονίαν ἐκ Θρᾴκης ἐμβαλὼν ἐπόρθει. Πύρρος δὲ τούτοις ἅμα συνεξαναστὰς ἐπὶ Βέροιαν ἤλαυνε, προσδοκῶν, ὅπερ συνέβη, Δημήτριον ὑπαντιάζοντα Λυσιμάχῳ τὴν κάτω χώραν ἀπολείψειν ἔρημον.

ἐκείνης δὲ τῆς νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ Ἀλεξάνδρου καλεῖσθαι τοῦ μεγάλου, καὶ παραγενόμενος κλινήρη μὲν αὐτὸν ἰδεῖν, λόγων δὲ χρηστῶν τυχεῖν καὶ φιλοφροσύνης ἐπαγγελλομένου προθύμως βοηθήσειν. αὐτοῦ δὲ τολμήσαντος εἰπεῖν, καὶ πῶς ἄν, ὦ βασιλεῦ, νοσῶν δυνατὸς εἴης ἐμοὶ βοηθεῖν; αὐτῷ φάναι τῷ

paris.1624.389
ὀνόματι, καὶ περιβάντα Νισαῖον ἵππον ἡγεῖσθαι.