Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ μᾶλλον αὐξανόμενος καὶ διαμελαίνων τὸν ἀέρα καὶ πολὺς ἄνω χωρῶν ἐδηλοῦτο πυρσὸς εἶναι φίλιος, οἱ μὲν ἀλαλάξαντες ἐπέβαινον ἐρρωμένως καὶ συνέστελλον εἰς τὰ τραχύτατα τοὺς πολεμίους, οἱ δὲ ὄπισθεν ἀπὸ τῶν ἄκρων ἀντηλάλαξαν.

φυγὴ μὲν οὖν ἦν εὐθὺς ὀξεῖα πάντων, ἔπεσον δὲ δισχιλίων οὐ πλείους· ἀφῃροῦντο γὰρ αἱ δυσχωρίαι τήν δίωξιν. χρήματα δὲ καὶ σκηνὰς καὶ θεράποντας οἱ Ῥωμαῖοι διαρπάσαντες ἐκράτουν τῶν Στενῶν, καὶ διώδευον τήν Ἤπειρον οὕτω κοσμίως καὶ μετʼ ἐγκρατείας τοσαύτης ὥστε, τῶν πλοίων καὶ τῆς θαλάσσης μακρὰν ὄντας αὐτούς, καὶ τὸν ἐπιμήνιον σῖτον μὴ μεμετρημένους οὐδʼ

p.334
εὐποροῦντας ἀγρορᾶς, ἀπέχεσθαι τῆς χώρας ἀμφιλαφεῖς ὠφελείας ἐχούσης.

ὁ γὰρ Τίτος πυνθανόμενος τὸν Φίλιππον, ὡς ὅμοια φεύγοντι τήν Θετταλίαν διερχόμενος τοὺς μὲν ἀνθρώπους ἐκ τῶν πόλεων ἀνίστησιν εἰς τὰ ὄρη, τὰς δὲ πόλεις καταπίμπρησι, τῶν δὲ χρημάτων τὰ λειπόμενα διὰ πλῆθος ἢ βάρος ἁρπαγὴν προτίθεται, τρόπον τινὰ τῆς χώρας ἐξιστάμενος ἤδη Ῥωμαίοις, ἐφιλοτιμεῖτο καὶ παρεκάλει τοὺς στρατιώτας ὥσπερ οἰκείας καὶ παρακεχωρημένης κηδομένους βαδίζειν.

καὶ μέντοι καὶ παρεῖχεν αὐτοῖς τὰ γινόμενα τῆς εὐταξίας αἴσθησιν εὐθύς, προσεχώρουν μὲν γὰρ αἱ πόλεις ἁψαμένοις Θετταλίας, οἱ δʼ ἐντὸς Πυλῶν Ἕλληνες ἐπόθουν καὶ διεπτόηντο ταῖς ὁρμαῖς πρὸς τὸν Τίτον, Ἀχαιοὶ δὲ τήν Φιλίππου συμμαχίαν ἀπειπάμενοι πολεμεῖν ἐψηφίσαντο μετὰ ʼ Ῥωμαίων πρὸς αὐτόν.

Ὀπούντιοι δέ, καίπερ Αἰτωλῶν τότε Ῥωμαίοις συναγωνιζομένων προθυμότατα καὶ τήν πόλιν ἀξιούντων παραλαβεῖν καὶ φυλάττειν, οὐ προσέσχον, ἀλλὰ μεταπεμψάμενοι τὸν Τίτον ἐκείνῳ διεπίστευσαν ἑαυτοὺς καὶ παρέδωκαν. Πύρρον μὲν οὖν λέγουσιν, ὅτε πρῶτον ἀπὸ σκοπῆς κατεῖδε τὸ στράτευμα τῶν Ῥωμαίων διακεκοσμημένον, εἰπεῖν οὐ βαρβαρικὴν αὐτῷ φανῆναι τήν τῶν βαρβάρων παράταξιν οἱ δὲ Τίτῳ πρῶτον ἐντυγχάνοντες ἠναγκάζοντο παραπλησίας ἀφιέναι φωνάς.