Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ ὁ Ἀντίοχος εἰς τὴν Ἑλλάδα ναυσὶ πολλαῖς καὶ στρατῷ περαιωθεὶς ἀφίστη τὰς πόλεις καὶ διεστασίαζεν, Αἰτωλῶν αὐτῷ συνεπιλαμβανομένων καὶ πάλαι διακειμένων πρὸς

p.364
τὸν Ῥωμαίων δῆμον ἐχθρῶς καὶ πολεμικῶς, ὑπόθεσιν τοῦ πολέμου καὶ πρόφασιν διδόντων ἐλευθεροῦν τοὺς Ἕλληνας οὐδὲν δεομένους (ἐλεύθεροι γὰρ ἦσαν),

ἀλλʼ εὐπρεπεστέρας αἰτίας ἀπορίᾳ τῷ καλλίστῳ τῶν ὀνομάτων χρῆσθαι διδασκόντων, καὶ σφόδρα δείσαντες οἱ Ῥωμαῖοι τὴν ἀνάστασιν καὶ δόξαν αὐτοῦ τῆς δυνάμεως, στρατηγὸν μὲν ὕπατον τοῦ πολέμου Μάνιον Ἀκίλιον κατέπεμψαν, πρεσβευτὴν δὲ Τίτον διὰ τοὺς Ἕλληνας, ὧν τοὺς μὲν εὐθὺς ὀφθεὶς ἐποίησε βεβαιοτέρους, τοὺς δὲ ἀρχομένους νοσεῖν ὥσπερ τι[*](ὥσπερ τι Coraës, Bekker, and Blass, after Stephanus: ὥσπερ τις.) ἐν καιρῷ φάρμακον ἐνδιδοὺς τὴν πρὸς αὑτὸν εὔνοιαν ἔστησε καὶ διεκώλυσεν ἐξαμαρτεῖν.

ὀλίγοι δὲ αὑτὸν ἐξέφυγον ἤδη προκατειλημμένοι καὶ διεφθαρμένοι παντάπασιν ὑπὸ τῶν Αἰτωλῶν, οὓς καίπερ ὀργισθεὶς καὶ παροξυνθεὶς ὅμως μετὰ τὴν μάχην περιεποίησεν. Ἀντίοχος γὰρ ἡττηθεὶς ἐν Θερμοπύλαις καὶ φυγὼν εὐθὺς εἰς Ἀσίαν ἀπέπλευσε, Μάνιος δʼ ὁ ὕπατος τοὺς μὲν αὐτὸς ἐπιὼν τῶν Αἰτωλῶν ἐπολιόρκει, τοὺς δὲ τῷ βασιλεῖ Φιλίππῳ συνεχώρησεν ἐξαιρεῖν.

ἀγομένων δὲ καὶ φερομένων ὑπὸ τοῦ Μακεδόνος τοῦτο μὲν Δολόπων καὶ Μαγνήτων, τοῦτο δὲ Ἀθαμάνων καὶ Ἀπεραντῶν, αὐτοῦ δὲ τοῦ Μανίου τὴν μὲν Ἡράκλειαν διαπεπορθηκότος, τὴν δὲ Ναύπακτον Αἰτωλῶν ἐχόντων πολιορκοῦντος, οἰκτείρων τοὺς Ἕλληνας ὁ Τίτος διέπλευσεν

p.366
ἐκ Πελοποννήσου πρὸς τὸν ὕπατον. καὶ πρῶτον μὲν ἐπετίμησεν εἰ νενικηκὼς αὐτὸς τὰ ἔπαθλα τοῦ πολέμου Φίλιππον ἐᾷ φέρεσθαι, καὶ τριβόμενος περὶ μιᾷ πόλει κάθηται διʼ ὀργήν, ἔθνη δὲ οὐκ ὀλίγα καὶ βασιλείας Μακεδόνες αἱροῦσιν.

ἔπειτα τῶν πολιορκουμένων, ὡς εἶδον αὑτὸν, ἀπὸ τοῦ τείχους ἀνακαλούντων καὶ χεῖρας ὀρεγόντων καὶ δεομένων, τότε μὲν οὐδὲν εἰπών, ἀλλὰ στραφεὶς καὶ δακρύσας ἀπῆλθεν, ὕστερον δὲ διαλεχθεὶς τῷ Μανίῳ καὶ καταπαύσας τὸν θυμὸν αὐτοῦ διεπράξατο τοῖς Αἰτωλοῖς ἀνοχὰς δοθῆναι, καὶ χρόνον ἐν ᾧ πρεσβεύσαντες εἰς Ῥώμην μετρίου τινὸς τυχεῖν ἀξιώσουσι.

πλεῖστον δὲ ἀγῶνα καὶ πόνον αὐτῷ

paris.1624.378
παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις πρὸς τὸν Μάνιον, ἐν ὀργῇ γεγονότων διὰ τὸν γάμον ὃν παρʼ αὐτῶν ἔγημεν Ἀντίοχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθʼ ὥραν οὐδὲ κατὰ καιρόν, ἀλλʼ ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται παρθένων γενέσθαι.

τοῦτο τοὺς Χαλκιδεῖς ἐποίησε βασιλίσαι προθυμότατα καὶ τὴν πόλιν αὐτῷ πρὸς τὸν πόλεμον ὁρμητήριον παρασχεῖν. ἐκεῖνος μὲν οὖν ὡς τάχιστα μετὰ τὴν μάχην φεύγων προσέμιξε τῇ Χαλκίδι, τήν τε κόρην ἀναλαβὼν καὶ τὰ χρήματα καὶ τοὺς φίλους εἰς Ἀσίαν ἀπέπλευσε· τὸν δὲ Μάνιον εὐθὺς ἐπὶ τοὺς Χαλκιδεῖς σὺν ὀργῇ

p.368
πορευόμενον ὁ Τίτος παρακολουθῶν ἐμάλαττε καὶ παρῃτεῖτο καί τέλος ἔπεισε καὶ κατεπράϋνεν, αὐτοῦ τε καὶ τῶν ἐν τέλει Ῥωμαίων δεόμενος.

οὕτω διασωθέντες οἱ Χαλκιδεῖς τὰ κάλλιστα καὶ μέγιστα τῶν παρʼ αὐτοῖς ἀναθημάτων τῷ Τίτῳ καθιέρωσαν, ὧν ἐπιγραφὰς ἔστι τοιαύτας ἄχρι νῦν ὁρᾶν ὁ δῆμος Τίτῳ καὶ Ἡρακλεῖ τὸ γυμνάσιον, ἑτέρωθι δὲ πάλιν, ὁ δῆμος Τίτῳ καὶ Ἀπόλλωνι τὸ Δελφίνιον.