Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

καλλίω δὲ καὶ τὰ λάφυρα πομπευόμενα παρεῖχεν ὄψιν, Ἑλληνικὰ κράνη καὶ πέλται Μακεδονικαὶ καὶ σάρισαι. τό τε τῶν χρημάτων πλῆθος οὐκ ὀλίγον ἦν, ὡς ἀναγράφουσιν οἱ περὶ Τουδιτανὸν ἐν τῷ θριάμβῳ κομισθῆναι χρυσίου μὲν συγκεχωνευμένου λίτρας τρισχιλίας ἑπτακοσίας δεκατρεῖς, ἀργύρου δὲ τετρακισμυρίας τρισχιλίας διακοσίας ἑβδομήκοντα,

Φιλιππείους δὲ χρυσοῦς μυρίους τετρακισχιλίους πεντακοσίους δεκατέσσαρας, χωρὶς δὲ τούτων τὰ χίλια τάλαντα Φίλιππος ὤφειλεν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπείσθησαν Ῥωμαῖοι, μάλιστα τοῦ Τίτου συμπράξαντος, ἀφεῖναι τῷ Φιλίππῳ, καὶ σύμμαχον ἐψηφίσαντο, καὶ τὸν υἱὸν ἀπήλλαξαν αὐτῷ τῆς ὁμηρείας.

ἐπεὶ δὲ ὁ Ἀντίοχος εἰς τὴν Ἑλλάδα ναυσὶ πολλαῖς καὶ στρατῷ περαιωθεὶς ἀφίστη τὰς πόλεις καὶ διεστασίαζεν, Αἰτωλῶν αὐτῷ συνεπιλαμβανομένων καὶ πάλαι διακειμένων πρὸς

p.364
τὸν Ῥωμαίων δῆμον ἐχθρῶς καὶ πολεμικῶς, ὑπόθεσιν τοῦ πολέμου καὶ πρόφασιν διδόντων ἐλευθεροῦν τοὺς Ἕλληνας οὐδὲν δεομένους (ἐλεύθεροι γὰρ ἦσαν),

ἀλλʼ εὐπρεπεστέρας αἰτίας ἀπορίᾳ τῷ καλλίστῳ τῶν ὀνομάτων χρῆσθαι διδασκόντων, καὶ σφόδρα δείσαντες οἱ Ῥωμαῖοι τὴν ἀνάστασιν καὶ δόξαν αὐτοῦ τῆς δυνάμεως, στρατηγὸν μὲν ὕπατον τοῦ πολέμου Μάνιον Ἀκίλιον κατέπεμψαν, πρεσβευτὴν δὲ Τίτον διὰ τοὺς Ἕλληνας, ὧν τοὺς μὲν εὐθὺς ὀφθεὶς ἐποίησε βεβαιοτέρους, τοὺς δὲ ἀρχομένους νοσεῖν ὥσπερ τι[*](ὥσπερ τι Coraës, Bekker, and Blass, after Stephanus: ὥσπερ τις.) ἐν καιρῷ φάρμακον ἐνδιδοὺς τὴν πρὸς αὑτὸν εὔνοιαν ἔστησε καὶ διεκώλυσεν ἐξαμαρτεῖν.

ὀλίγοι δὲ αὑτὸν ἐξέφυγον ἤδη προκατειλημμένοι καὶ διεφθαρμένοι παντάπασιν ὑπὸ τῶν Αἰτωλῶν, οὓς καίπερ ὀργισθεὶς καὶ παροξυνθεὶς ὅμως μετὰ τὴν μάχην περιεποίησεν. Ἀντίοχος γὰρ ἡττηθεὶς ἐν Θερμοπύλαις καὶ φυγὼν εὐθὺς εἰς Ἀσίαν ἀπέπλευσε, Μάνιος δʼ ὁ ὕπατος τοὺς μὲν αὐτὸς ἐπιὼν τῶν Αἰτωλῶν ἐπολιόρκει, τοὺς δὲ τῷ βασιλεῖ Φιλίππῳ συνεχώρησεν ἐξαιρεῖν.

ἀγομένων δὲ καὶ φερομένων ὑπὸ τοῦ Μακεδόνος τοῦτο μὲν Δολόπων καὶ Μαγνήτων, τοῦτο δὲ Ἀθαμάνων καὶ Ἀπεραντῶν, αὐτοῦ δὲ τοῦ Μανίου τὴν μὲν Ἡράκλειαν διαπεπορθηκότος, τὴν δὲ Ναύπακτον Αἰτωλῶν ἐχόντων πολιορκοῦντος, οἰκτείρων τοὺς Ἕλληνας ὁ Τίτος διέπλευσεν

p.366
ἐκ Πελοποννήσου πρὸς τὸν ὕπατον. καὶ πρῶτον μὲν ἐπετίμησεν εἰ νενικηκὼς αὐτὸς τὰ ἔπαθλα τοῦ πολέμου Φίλιππον ἐᾷ φέρεσθαι, καὶ τριβόμενος περὶ μιᾷ πόλει κάθηται διʼ ὀργήν, ἔθνη δὲ οὐκ ὀλίγα καὶ βασιλείας Μακεδόνες αἱροῦσιν.