Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὃ δὴ δοκεῖ πρὸς τὸν θρίαμβον αὐτῷ πάντων ὑπάρξαι λαμπρότατον. οἱ γὰρ ἄνδρες οὗτοι, καθάπερ ἔθος ἐστὶ τοῖς οἰκέταις ὅταν ἐλευθερωθῶσιν, ξύρεσθαί τε τὰς κεφαλὰς καὶ πιλία φορεῖν, ταῦτα δράσαντες αὐτοὶ θριαμβεύοντι τῷ Τίτῳ παρείποντο.

καλλίω δὲ καὶ τὰ λάφυρα πομπευόμενα παρεῖχεν ὄψιν, Ἑλληνικὰ κράνη καὶ πέλται Μακεδονικαὶ καὶ σάρισαι. τό τε τῶν χρημάτων πλῆθος οὐκ ὀλίγον ἦν, ὡς ἀναγράφουσιν οἱ περὶ Τουδιτανὸν ἐν τῷ θριάμβῳ κομισθῆναι χρυσίου μὲν συγκεχωνευμένου λίτρας τρισχιλίας ἑπτακοσίας δεκατρεῖς, ἀργύρου δὲ τετρακισμυρίας τρισχιλίας διακοσίας ἑβδομήκοντα,

Φιλιππείους δὲ χρυσοῦς μυρίους τετρακισχιλίους πεντακοσίους δεκατέσσαρας, χωρὶς δὲ τούτων τὰ χίλια τάλαντα Φίλιππος ὤφειλεν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπείσθησαν Ῥωμαῖοι, μάλιστα τοῦ Τίτου συμπράξαντος, ἀφεῖναι τῷ Φιλίππῳ, καὶ σύμμαχον ἐψηφίσαντο, καὶ τὸν υἱὸν ἀπήλλαξαν αὐτῷ τῆς ὁμηρείας.

ἐπεὶ δὲ ὁ Ἀντίοχος εἰς τὴν Ἑλλάδα ναυσὶ πολλαῖς καὶ στρατῷ περαιωθεὶς ἀφίστη τὰς πόλεις καὶ διεστασίαζεν, Αἰτωλῶν αὐτῷ συνεπιλαμβανομένων καὶ πάλαι διακειμένων πρὸς

p.364
τὸν Ῥωμαίων δῆμον ἐχθρῶς καὶ πολεμικῶς, ὑπόθεσιν τοῦ πολέμου καὶ πρόφασιν διδόντων ἐλευθεροῦν τοὺς Ἕλληνας οὐδὲν δεομένους (ἐλεύθεροι γὰρ ἦσαν),