Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

οὐ μὴν ἀλλʼ αὐτὸς ὁ Τίτος ὑπὲρ τούτων ἀπελογεῖτο, καταθέσθαι τὸν πόλεμον ὡς ἑώρα σὺν κακῷ μεγάλῳ τῶν ἄλλων Σπαρτιατῶν ἀπολούμενον τὸν τύραννον· τῶν δὲ Ἀχαιῶν αὐτῷ πολλὰ πρὸς τιμὴν ψηφισαμένων οὐδὲν ἐδόκει πρὸς τὰς εὐεργεσίας ἐξισοῦσθαι πχὴν μιᾶς δωρεᾶς, ἣν ἐκεῖνος ἀντὶ πάντων ἠγάπησεν. ἦν δὲ τοιάδε.

Ῥωμαίων οἱ δυστυχήσαντες ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ πολλαχοῦ μὲν ὤνιοι γενόμενοι καὶ διασπαρέντες ἐδούλευον· ἐν δὲ τῇ Ἑλλάδι χίλιοι καὶ διακόσιοι τὸ πλῆθος ἦσαν, ἀεὶ μὲν οἰκτροὶ τῆς μεταβολῆς, τότε δὲ καὶ μᾶλλον, ὡς εἰκός, ἐντυγχάνοντες οἱ μὲν υἱοῖς, οἱ δὲ ἀδελφοῖς, οἱ δὲ συνήθεσιν, ἐλευθέροις δοῦλοι καὶ νικῶσιν αἰχμάλωτοι.