Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἦν οὖν ἰδεῖν τὰ μὲν ἐργαστήρια μεστὰ κατακοπτομένων κυλίκων καὶ Θηρικλείων, χρυσουμένων δὲ θωράκων καὶ καταργυρουμένων θυρεῶν καὶ χαλινῶν, τὰ δὲ στάδια πώλων δαμαζομένων καὶ νεανίσκων ὁπλομαχούντων, ἐν δὲ ταῖς χερσὶ τῶν γυναικῶν κράνη καὶ πτερὰ βαφαῖς κοσμούμενα καὶ χιτώνων ἱππικῶν καὶ στρατιωτικῶν χλαμύδων διηνθισμένων·

ἡ δʼ ὄψις αὕτη τὸ θάρσος αὔξουσα καὶ παρακαλοῦσα τὴν ὁρμὴν ἐποίει φιλοπαράβολον καὶ πρόθυμον ἐπὶ τοὺς κινδύνους.

ἡ μὲν γὰρ ἐν τοῖς ἄλλοις θεάμασι πολυτέλεια τρυφὴν ἐπάγεται καὶ μαλακίαν ἐνδίδωσι τοῖς χρωμένοις, ὥσπερ ὑπὸ νυγμῶν καὶ γαργαλισμῶν τῆς αἰσθήσεως συνεπικλώσης τὴν διάνοιαν, ἡ δʼ εἰς τὰ τοιαῦτα ῥώννυσι καὶ μεγαλύνει τὸν θυμόν, ὥσπερ Ὅμηρος ἐποίησε τὸν Ἀχιλλέα τῶν καινῶν ὅπλων παρατεθέντων

p.280
ἐγγὺς ὑπὸ τῆς ὄψεως οἷον ὀργῶντα καὶ φλεγόμενον πρὸς τὴν διʼ αὐτῶν ἐνέργειαν. οὕτω δὲ κοσμήσας τοὺς νέους ἐγύμναζε καὶ διεπόνει, ταῖς κινήσεσι προθύμως ὑπακούοντας καὶ φιλοτίμως.

καὶ γὰρ ἡ τάξις θαυμαστῶς ἠγαπᾶτο ἄθραυστόν τι λαμβάνειν πύκνωμα δοκοῦσα, καὶ τὰ ὅπλα τοῖς σώμασιν ἐγίνετο χειροήθη καὶ κοῦφα, μεθʼ ἡδονῆς διὰ λαμπρότητα καὶ κάλλος ἁπτομένων καὶ φορούντων, ἐναγωνίσασθαί τε βουλομένων καὶ διακριθῆναι τάχιστα πρὸς τοὺς πολεμίους.