Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

τὸ δὲ κοινὸν τῶν Ἀχαιῶν πρῶτος μὲν Ἄρατος εἰς ἀξίωμα καὶ δύναμιν ἦρεν, ἐκ ταπεινοῦ καὶ διερριμμένου κατὰ πόλεις συναγαγὼν καὶ πολιτευσάμενος Ἑλληνικὴν καὶ φιλάνθρωπον πολιτείαν· ἔπεια, ὥσπερ ἐν τοῖς ὕδασιν, ἀρξαμένων ὀλίγων ὑφίστασθαι καὶ μικρῶν σωμάτων, ἤδη τὰ ἐπιρρέοντα τοῖς πρώτοις ἐνισχόμενα καὶ περιπίπτοντα πῆξιν ἰσχυρὰν καὶ στερεότητα ποιεῖ διʼ ἀλλήλων,

οὕτω τῆς Ἑλλάδος ἀσθενοῦς καὶ εὐδιαλύτου φερομένης κατὰ πόλεις ἐν τῷ τότε χρόνῳ πρῶτον συστάντες οἱ Ἀχαιοί, καὶ τῶν κύκλῳ πόλεων τὰς μὲν ἐκ τοῦ βοηθεῖν καὶ συνελευθεροῦν ἀπὸ τῶν τυράννων ὑπολαμβάνοντες, τὰς δὲ ὁμονοίᾳ καὶ πολιτείᾳ καταμιγνύντες εἰς ἑαυτούς, ἓν σῶμα καὶ μίαν δύναμιν κατασκευάσαι διενοοῦντο τὴν Πελοπόννησον.

ἀλλ Ἀράτου μὲν ζῶντος ἔτι τοῖς Μακεδόνων ὅπλοις ὑπεδύοντο τὰ πολλά, θεραπεύοντες Πτολεμαῖον, εἶτʼ αὖθις Ἀντίγονον καὶ Φίλιππον ἐν μέσαις ἀναστρεφομένους ταῖς Ἑλληνικαῖς πράξεσιν ἐπεὶ δὲ Φιλοποίμην εἰς τὸ πρωτεύειν προῆλθεν, ἤδη καθʼ ἑαυτοὺς

p.276
ἀξιόμαχοι τοῖς ἰσχύουσι πλεῖστον ὄντες ἐπαύσαντο χρώμενοι προστάταις ἐπεισάκτοις.

Ἄρατος μὲν γὰρ, ἀργότερος εἶναι δοκῶν πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, ὁμιλίᾳ καὶ πρᾳότητι καὶ φιλίαις βασιλικαῖς τὰ πλεῖστα κατειργάσατο τῶν πραγμάτων, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, Φιλοποίμην δὲ ἀγαθὸς πολεμιστὴς ὢν καὶ διὰ τῶν ὅπλων ἐνεργός, ἔτι δʼ εὐτυχὴς καὶ κατορθωτικὸς εὐθὺς ἐν ταῖς πρώταις γενόμενος μάχαις, ἅμα τῇ δυνάμει τὸ φρόνημα τῶν Ἀχαιῶν ηὔξησε νικᾶν ἐθισθέντων μετʼ αὐτοῦ καὶ κατευτυχεῖν ἐν τοῖς πλείστοις ἀγῶσι.

πρῶτον μὲν οὖν τὰ περὶ τὰς τάξεις καὶ τοὺς ὁπλισμοὺς φαύλως ἔχοντα τοῖς Ἀχαιοῖς ἐκίνησεν. ἐχρῶντο μὲν γὰρ θνρεοῖς μὲν εὐπετέσι διὰ λεπτότητα καὶ στενωτέροις τοῦ περιστέλλειν τὰ σώματα, δόρασι δὲ μικροτέροις πολὺ τῶν σαρισῶν καὶ διὰ τοῦτο πλῆκται καὶ μάχιμοι πόρρωθεν ἦσαν ὑπὸ κουφότητος, προσμίξαντες δὲ τοῖς πολεμίοις ἔλαττον εἶχον·

εἶδος δὲ τάξεως καὶ σχήματος εἰς σπεῖραν οὐκ ἦν σύνηθες, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμὸν ὡς ἡ Μακεδόνων, ῥᾳδίως ἐξεθλίβοντο καὶ διεσπῶντο. ταῦτα ὁ Φιλοποίμην διδάξας ἔπεισεν αὐτοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώραξι καὶ περικνημῖσι πεφραγμένους μόνιμον καὶ βεβηκυῖαν ἀντὶ δρομικῆς καὶ πελταστικῆς μάχην ἀσκεῖν.

p.278

πείσας δὲ καθοπλίσασθαι τοὺς ἐν ἡλικίᾳ πρῶτον μὲν ἐπῆρε θαρρεῖν ὡς ἀμάχους γεγονότας, ἔπειτα τὰς τρυφὰς αὐτῶν καὶ τὰς πολυτελείας ἄριστα μετεκόσμησεν. ἀφελεῖν γὰρ οὐκ ἦν παντάπασιν ἐκ πολλοῦ νοσούντων τὸν κενὸν καὶ μάταιον ζῆλον, ἐσθῆτας ἀγαπώντων περιττάς στρωμνάς τε βαπτομένων ἁλουργεῖς καὶ περὶ δεῖπνα φιλοτιμουμένων

paris.1624.361
καὶ τραπέζας.