Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἦν γὰρ ἀγρὸς αὐτῷ καλὸς ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως, εἰς τοῦτον ἐβάδιζε καθʼ ἡμέραν μετὰ τὸ ἄριστον ἢ μετὰ τὸ δεῖπνον, καὶ καταβαλὼν ἑαυτὸν ἐπὶ στιβαδίου τοῦ τυχόντος ὥσπερ ἕκαστος τῶν ἐργατῶν ἀνεπαύετο. πρωῒ δὲ ἀναστὰς καὶ συνεφαψάμενος ἔργου τοῖς ἀμπελουργοῦσιν ἢ βοηλατοῦσιν, αὖθις εἰς πόλιν ἀπῄει καὶ περὶ τὰ δημόσια τοῖς φίλοις καὶ τοῖς ἄρχουσι συνησχολεῖτο.

τὰ μὲν οὖν ἐκ τῶν στρατειῶν προσιόντα κατάνλισκεν εἰς ἵππους καὶ ὅπλα καὶ λύσεις αἰχμαλώτων, τὸν δὲ οἶκον ἀπὸ τῆς γεωργίας αὔξειν ἐπειρᾶτο δικαιοτάτῳ τῶν χρηματισμῶν, οὐδὲ τοῦτο

paris.1624.358
ποιούμενος πάρεργον, ἀλλὰ καὶ πάνυ προσήκειν ?
p.264
οἰόμενος οἰκεῖα κεκτῆσθαι τὸν ἀλλοτρίων ἀφεξόμενον. ἠκροᾶτο δὲ λόγων καὶ συγγράμμασι φιλοσόφων ἐνετύγχανεν, οὐ πᾶσιν, ἀλλʼ ἀφʼ ὧν ἐδόκει πρὸς ἀρετὴν ὠφελεῖσθαι.

καὶ τῶν Ὁμηρικῶν ὅσα τὰς πρὸς ἀνδρείαν ἐγείρειν καὶ παροξύνειν ἐνόμιζε φαντασίας, τούτοις προσεῖχε. τῶν δʼ ἄλλων ἀναγνωσμάτων μάλιστα τοῖς Εὐαγγέλου τακτικοῖς ἐνεφύετο καὶ τὰς περὶ Ἀλέξανδρον ἱστορίας κατεῖχε, τοὺς λόγους ἐπὶ τὰ πράγματα καταστρέφειν οἰόμενος, εἰ μὴ σχολῆς ἕνεκα καὶ λαλιᾶς ἀκάρπου περαίνοιντο.

καὶ γὰρ τῶν τακτικῶν θεωρημάτων τὰς ἐπὶ τοῖς πινακίοις διαγραφὰς ἐῶν χαίρειν, ἐπὶ τῶν τόπων αὐτῶν ἐλάμβανεν ἔλεγχον καὶ μελέτην ἐποιεῖτο, χωρίων συγκλινίας καὶ πεδίων ἀποκοπὰς, καὶ ὅσα περὶ ῥείθροις ἢ τάφροις ἢ στενωποῖς πάθη καὶ σχήματα διασπωμένης καὶ πάλιν συστελλομένης φάλαγγος, ἐπισκοπῶν αὐτὸς πρὸς αὑτὸν ἐν ταῖς ὁδοιπορίαις καὶ τοῖς μεθʼ ἑαυτοῦ προβάλλων.

ἔοικε γὰρ οὗτος ὁ ἀνὴρ περαιτέρω τῆς ἀνάγκης ἐμφιλοκαλῆσαι τοῖς στρατιωτικοῖς, καὶ τὸν πόλεμον ὡς ποικιλωτάτην ὑπόθεσιν τῆς ἀρετῆς ἀσπάσασθαι, καὶ ὅλως καταφρονεῖν τῶν ἀπολειπομένων ὡς ἀπράκτων.

ἤδη δὲ αὐτοῦ τριάκοντα ἔτη γεγονότος Κλεομένης ὁ βασιλεὺς Λακεδαιμονίων νυκτὸς ἐξαίφνης προσπεσὼν τῇ Μεγάλῃ πόλει καὶ τὰς φυλακὰς βιασάμενος ἐντὸς παρῆλθε καὶ τήν ἀγορὰν κατέλαβεν. ἐκβοηθήσας δὲ Φιλοποίμην τοὺς

p.266
μὲν πολεμίους οὐ κατίσχυσεν ἐξελάσαι, καίπερ ἐρρωμένως καὶ παραβόλως διαγωνισάμενος, τοὺς δὲ πολίτας τρόπον τινὰ τῆς πόλεως ἐξέκλεψε, προσμαχόμενος τοῖς ἐπιδιώκουσι καὶ τὸν Κλεομένην περισπῶν ἐφʼ ἑαυτόν, ὡς χαλεπῶς καὶ μόλις ὕστατος ἀπελθεῖν, ἀποβαλὼν τὸν ἵππον καὶ τραυματίας γενόμενος.

ἐπεὶ δὲ προσέπεμψεν αὐτοῖς ὁ Κλεομένης εἰς Μεσσήνην ἀπελθοῦσι τήν τε πόλιν μετὰ τῶν χρημάτων ἀποδιδοὺς καὶ τήν χώραν, ὁρῶν ὁ Φιλοποίμην τοὺς πολίτας ἀσμένως δεχομένους καὶ σπεύδοντας ἐπανελθεῖν ἐνέστη καὶ διεκώλυσε τῷ λόγῳ, διδάσκων ὡς οὐκ ἀποδίδωσι τήν πόλιν Κλεομένης, προσκτᾶται δὲ τοὺς πολίτας ἐπὶ τῷ καὶ τήν πόλιν ἔχειν βεβαιότερον οὐ γὰρ ἕξειν αὐτόν ὅπως οἰκίας καὶ τείχη κενὰ φυλάξει καθήμενος, ἀλλὰ καὶ τούτων ὑπʼ ἐρημίας ἐκπεσεῖσθαι. ταῦτα λέγων τοὺς μὲν πολίτας ἀπέτρεψε, τῷ δὲ Κλεομένει πρόφασιν παρέσχε λυμήνασθαι καὶ καταβαλεῖν τὰ πλεῖστα τῆς πόλεως καὶ χρημάτων εὐπορήσαντι μεγάλων ἀπελθεῖν.