Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ῥᾳδίως δὲ ἀγρυπνίαν, ἀκούσας ὁ Φιλοποίμην οὐ μόνον αὐτὸς ἔφυγε τὸ πρᾶγμα καὶ κατεγέλασεν, ἀλλὰ καὶ στρατηγῶν ὕστερον ἀτιμίαις καὶ προπηλακισμοῖς, ὅσον ἦν ἐπʼ αὐτῷ, πᾶσαν ἄθλησιν ἐξέβαλεν ὡς τὰ χρησιμώτατα τῶν σωμάτων εἰς τοὺς ἀναγκαίους ἀγῶνας ἄχρηστα ποιοῦσαν.

ἀπαλλαγεὶς δὲ διδασκάλων καὶ παιδαγωγῶν ἐν μὲν ταῖς πολιτικαῖς στρατείαις, ἃς ? ἐποιοῦντο κλωπείας ἕνεκα καὶ λεηλασίας εἰς τὴν Λακωνικὴν ἐμβάλλοντες, εἴθισεν αὑτὸν πρῶτον μὲν ἐκστρατευόντων, ὕστατον δὲ ἀπερχομένων βαδίζειν. σχολῆς δὲ οὔσης ἢ κυνηγῶν διεπόνει τὸ σῶμα καὶ κατεσκεύαζε κοῦφον ἅμα καὶ ῥωμαλέον, ἢ γεωργῶν.

ἦν γὰρ ἀγρὸς αὐτῷ καλὸς ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως, εἰς τοῦτον ἐβάδιζε καθʼ ἡμέραν μετὰ τὸ ἄριστον ἢ μετὰ τὸ δεῖπνον, καὶ καταβαλὼν ἑαυτὸν ἐπὶ στιβαδίου τοῦ τυχόντος ὥσπερ ἕκαστος τῶν ἐργατῶν ἀνεπαύετο. πρωῒ δὲ ἀναστὰς καὶ συνεφαψάμενος ἔργου τοῖς ἀμπελουργοῦσιν ἢ βοηλατοῦσιν, αὖθις εἰς πόλιν ἀπῄει καὶ περὶ τὰ δημόσια τοῖς φίλοις καὶ τοῖς ἄρχουσι συνησχολεῖτο.