Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὡς οὖν ὁ περὶ τῆς τελευτῆς λόγος ἧκεν εἰς τοὺς Ἀχαιούς, τὰς μὲν πόλεις αὐτῶν κοινὴ κατήφεια καὶ πένθος εἶχεν, οἱ δʼ ἐν ἡλικίᾳ μετὰ τῶν προβούλων συνελθόντες εἰς Μεγάλην πόλιν οὐδʼ ἡντινοῦν ἀναβολὴν ἐποιήσαντο τῆς τιμωρίας, ἀλλʼ ἑλόμενοι στρατηγὸν Λυκόρταν εἰς τὴν Μεσσηνίαν ἐνέβαλον καὶ κακῶς ἐποίουν τὴν χώραν, ἄχρι οὗ συμφρονήσαντες ἐδέξαντο τοὺς Ἀχαιούς.

καὶ Δεινοκράτης μὲν αὐτὸς αὑτὸν φθάσας διεχρήσατο, τῶν δὲ ἄλλων ὅσοις μὲν ἀνελεῖν ἔδοξε Φιλοποίμενα διʼ αὐτῶν[*](διʼ αὐτῶν Bekker and Blass have διʼ αὑτῶν (died by their own hands), with Stephanus.) ἀπέθνῃσκον, ὅσοις δὲ καὶ βασανίσαι, τούτους ἐπʼ αἰκίαις ἀπολουμένους συνελάμβανεν ὁ Λυκόρτας. τὸ δὲ σῶμα καύσαντες αὐτοῦ καὶ τὰ λείψανα συνθέντες εἰς ὑδρίαν ἀνεζεύγνυσαν, οὐκ ἀτάκτως οὐδὲ ὡς ἔτυχεν, ἀλλʼ ἐπινίκιόν πομπήν τινα ἅμα ταῖς ταφαῖς μίξαντες.

ἦν μὲν γὰρ ἐστεφανωμένους ἰδεῖν, ἦν δὲ τοὺς αὐτοὺς καὶ δακρύοντας, ἦν δὲ τοὺς ἐχθροὺς δεσμίους ἀγομένους, αὐτὴν δὲ τὴν ὑδρίαν ὑπὸ πλήθους ταινιῶν τε καὶ στεφάνων μόλις ὁρωμένην ἐκόμιζεν ὁ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν παῖς

p.316
Πολύβιος καὶ περὶ αὑτὸν οἱ πρῶτοι τῶν Ἀχαιῶν. οἱ δὲ στρατιῶται ὠπλισμένοι μὲν αὐτοί, τοῖς δʼ ἵπποις κεκοσμημένοις ἐπηκολούθουν, οὔτε, οἷον ἐπὶ πένθει τοσούτῳ, κατηφεῖς οὔτε τῇ νίκῃ γαυριῶντες.