Philopoemen
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
Κλέανδρος ἦν ἐν Μαντινείᾳ γένους τε πρώτου
ζῶντος μὲν οὖν αὐτοῦ πάντων ἐτύγχανε, τελευτήσαντος δὲ τὴν ἀμοιβὴν τῆς φιλοξενίας ἀποδιδούς ἔθρεψεν αὐτοῦ τὸν υἱὸν ὀρφανὸν ὄντα, καθάπερ φησὶν Ὅμηρος ὑπὸ τοῦ Φοίνικος τὸν Ἀχιλλέα τραφῆναι, γενναίαν τινὰ καὶ βασιλικὴν τοῦ ἤθους εὐθὺς ἐξ ἀρχῆς πλάσιν καὶ αὔξησιν λαμβάνοντος, ἤδη δὲ τοῦ Φιλοποίμενος ἀντίπαιδος ὄντος Ἔκδημος καὶ Μεγαλοφάνης οἱ Μεγαλοπολῖται διεδέξαντο τὴν ἐπιμέλειαν, Ἀρκεσιλάῳ συνήθεις ἐν Ἀκαδημείᾳ γεγονότες καὶ φιλοσοφίαν μάλιστα τῶν καθʼ ἑαυτοὺς ἐπὶ πολιτείαν καὶ πράξεις προαγαγόντες.
οὗτοι καὶ τὴν ἑαυτῶν πατρίδα τυραννίδος ἀπήλλαξαν, τοὺς ἀποκτενοῦντας Ἀριστόδημον κρύφα παρασκευάσαντες, καὶ Νικοκλέα τὸν Σικυωνίων τύραννον Ἀράτῳ συνεξέβαλον, καὶ Κυρηναίοις