Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

Κλέανδρος ἦν ἐν Μαντινείᾳ γένους τε πρώτου

paris.1624.356
καὶ δυνηθεὶς ἐν τοῖς μάλιστα τῶν πολιτῶν, τύχῃ δὲ χρησάμενος καὶ τὴν ἑαυτοῦ φυγών ἧκεν εἰς Μεγάλην πόλιν οὐχ ἥκιστα διὰ τὸν Φιλοποίμενος πατέρα Κραῦγιν, ἄνδρα πάντων ἕνεκα λαμπρόν, ἰδίᾳ δὲ πρὸς ἐκεῖνον οἰκείως ἔχοντα.