Comparison of Aristides and Marcus Cato

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὡς γὰρ σῶμα τὸ

paris.1624.355
καλῶς πρὸς εὐεξίαν κεκραμένον οὔτʼ ἐσθῆτος οὔτε τροφῆς δεῖται περιττῆς, οὕτω καὶ βίος καὶ οἶκος ὑγιαίνων ἀπὸ τῶν τυχόντων διοικεῖται. δεῖ δὲ τῇ χρείᾳ σύμμετρον ἔχειν τὴν κτῆσιν· ὡς ὅ γε πολλὰ συνάγων, ὀλίγοις δὲ χρώμενος οὐκ ἔστιν αὐτάρκης, ἀλλʼ εἴτε μὴ δεῖται, τῆς παρασκευῆς ὧν οὐκ ὀρέγεται μάταιος, εἴτʼ ὀρέγεται, μικρολογίᾳ κολούων τὴν ἀπόλαυσιν ἄθλιος. αὐτοῦ γέ τοι Κάτωνος ἡδέως ἂν πυθοίμην·

εἰ μὲν ἀπολαυστὸν ὁ πλοῦτός ἐστι, τί σεμνύνῃ τῷ πολλὰ κεκτημένος ἀρκεῖσθαι μετρίοις; εἰ δὲ λαμπρόν ἐστιν, ὥσπερ ἐστίν, ἄρτῳ τε χρῆσθαι τῷ προστυχόντι καὶ πίνειν οἷον ἐργάται πίνουσι καὶ θεράποντες οἶνον καὶ πορφύρας μὴ δεηθῆναι μηδὲ οἰκίας κεκονιαμένης, οὐδὲν οὔτʼ Ἀριστείδης οὔτʼ Ἐπαμεινώνδας οὔτε Μάνιος Κούριος οὔτε Γάιος Φαβρίκιος ἐνέλιπον τοῦ

p.396
προσήκοντος, χαίρειν ἐάσαντες τὴν κτῆσιν ὧν τὴν χρῆσιν ἀπεδοκίμαζον.

οὐ γὰρ ἦν ἀναγκαῖον ἀνθρώπῳ γογγυλίδας ἥδιστον ὄψον πεποιημένῳ καὶ διʼ αὑτοῦ ταύτας ἕψοντι, ματτούσης ἅμα τῆς γυναικὸς ἄλφιτα, τοσαῦτα περὶ ἀσσαρίου θρυλεῖν καὶ γράφειν ἀφʼ ἧς ἄν τις ἐργασίας τάχιστα πλούσιος γένοιτο, μέγα γὰρ τὸ εὐτελὲς καὶ αὔταρκες, ὅτι τῆς ἐπιθυμίας ἅμα καὶ τῆς φροντίδος ἀπαλλάττει τῶν περιττῶν.

διὸ καὶ τοῦτό φασιν ἐν τῇ Καλλίου δίκῃ τὸν Ἀριστείδην εἰπεῖν, ὡς αἰσχύνεσθαι πενίαν προσήκει τοῖς ἀκουσίως πενομένοις, τοῖς δʼ, ὥσπερ αὐτὸς, ἑκουσίως, ἐγκαλλωπίζεσθαι. γελοῖον γὰρ οἴεσθαι ῥᾳθυμίας εἶναι τὴν Ἀριστείδου πενίαν, ᾧ παρῆν αἰσχρὸν εἰργασμένῳ μηδέν, ἀλλʼ ἕνα σκυλεύσαντι βάρβαρον ἢ μίαν σκηνὴν καταλαβόντι πλουσίῳ γενέσθαι, ταῦτα μὲν οὖν περὶ τούτων.