Marcus Cato

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

μέλλων ποτὲ τὸν Ῥωμαίων δῆμον ὡρμημένον ἀκαίρως ἐπὶ σιτομετρίας καὶ διανομὰς ἀποτρέπειν, ἤρξατο τῶν λόγων οὕτως· χαλεπὸν μέν ἐστιν, ὦ πολῖται, πρὸς γαστέρα λέγειν ὦτα οὐκ ἔχουσαν. Κατηγορῶν δὲ τῆς πολυτελείας ἔφη χαλεπὸν εἶναι σωθῆναι πόλιν, ἐν ᾗ πωλεῖται πλείονος ἰχθὺς ἢ βοῦς.

ἐοικέναι δὲ προβάτοις ἔφη τοὺς Ῥωμαίους· ὡς γὰρ ἐκεῖνα καθʼ ἕκαστον μέν οὐ πείθεται, σύμπαντα δʼ ἕπεται μετʼ ἀλλήλων τοῖς ἄγουσιν, οὕτω καὶ ὑμεῖς, εἶπεν, οἷς οὐκ ἂν ἀξιώσαιτε συμβούλοις χρήσασθαι κατʼ ἰδίαν, ὑπὸ τούτων εἰς ἓν συνελθόντες ἄγεσθε. Περὶ δὲ τῆς γυναικοκρατίας διαλεγόμενος πάντες, εἶπεν, ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.