Marcus Cato

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἦν δέ τις ἀνὴρ εὐπατρίδης μὲν ἐν τοῖς μάλιστα Ῥωμαίων καί δυνατός, ἀρετὴν δὲ φυομένην μὲν αἰσθάνεσθαι δεινός, εὐμενὴς δὲ καί θρέψαι καί προαγαγεῖν εἰς δόξαν, Οὐαλλέριος Φλάκκος. οὗτος εἶχεν ὁμοροῦντα χωρία τοῖς Κάτωνος, πυθόμενος δὲ τὴν αὐτουργίαν καί δίαιταν αὐτοῦ παρὰ τῶν οἰκετῶν καί θαυμάσας ἐξηγουμένων, ὅτι

p.310
πρωὶ μὲν εἰς ἀγορὰν βαδίζει καί παρίσταται τοῖς δεομένοις, ἐπανελθὼν δʼ εἰς τὸ χωρίον,

ἂν μὲν ᾖ χειμὼν, ἐξωμίδα λαβών, θέρους δὲ γυμνὸς ἐργασάμενος μετὰ τῶν οἰκετῶν ἐσθίει τὸν αὐτὸν ἄρτον ὁμοῦ καθήμενος καί πίνει τὸν αὐτὸν οἶνον, ἄλλην τε πολλὴν ἐπιείκειαν αὐτοῦ καί μετριότητα καί τινας καί λόγους ἀποφθεγματικοὺς διαμνημονευόντων, ἐκέλευσε κληθῆναι πρὸς τὸ δεῖπνον.

ἐκ δὲ τούτου χρώμενος καί κατανοῶν ἥμερον καί ἀστεῖον ἦθος, ὥσπερ φυτὸν ἀσκήσεως καί χώρας ἐπιφανοῦς δεόμενον, προετρέψατο καί συνέπεισεν ἅψασθαι τῆς ἐν Ῥώμῃ πολιτείας. κατελθὼν οὖν εὐθὺς τοὺς μὲν αὐτὸς ἐκτᾶτο θαυμαστὰς καὶ φίλους διὰ τῶν συνηγοριῶν, πολλὴν δὲ τοῦ Οὐαλλερίου τιμήν καὶ δύναμιν αὐτῷ προστιθέντος χιλιαρχίας ἔτυχε πρῶτον, εἶτα ἐταμίευσεν.

ἐκ τούτου δὲ λαμπρὸς ὢν ἤδη καί περιφανής αὐτῷ τῷ Οὐαλλερίῳ περὶ τὰς μεγίστας συνεξέδραμεν ἀρχάς, ὕπατός τε μετʼ ἐκείνου καί πάλιν τιμητὴς γενόμενος. τῶν δὲ πρεσβυτέρων πολιτῶν Μαξίμῳ Φαβίῳ προσένειμεν ἑαυτόν, ἐνδοξοτάτῳ μὲν ὄντι καί μεγίστην ἔχοντι δύναμιν, μᾶλλον δὲ τὸν τρόπον αὐτοῦ καί τὸν βίον ὡς κάλλιστα παραδείγματα προθέμενος.